Ancient Greek
2.300.1 to 2.300.29
Proclus Phil., In Platonis Timaeum Commentaria 2.300.1-2-29
Unproofread scanNot analysed yet
καὶ αὐτοκίνητός ἐστι, κατὰ τὰ αὐτὰ δὴ καὶ αὐτὴ ἑαυτῇ αἰ- τία τοῦ κινεῖσθαι κατὰ χρόνον, ὅθεν καὶ πρὶν ἐκεῖνος δῶ τῷ παντὶ τούτῳ χρόνον, αὐτὴ λέγεται κινεῖσθαι πρὸς τὸν σῦμπαντα χρόνον· καὶ γὰρ καὶ οὕτως συνυποστήσει τῷ δη- μιουργῷ τὸν ζωόδη χρόνον, ὥσπερ συνυφίστησι καὶ τὴν ζωήν, καθ’ ἣν ἡ κίνησις, καὶ κατὰ φύσιν ἄρξει τοῦ δι’ αὐτὴν ζῶντος καὶ κινουμένου, καὶ οὐχ οἷον ἠὐτοματισμένην ἔξει τὴν ἐπιστάσιαν, μηδὲν δοῦσα τῷ ἀρχομένῳ. περὶ μὲν οὖν χρόνου ῥηθήσεται καὶ ἑσαυθις. ἐκ δὲ τούτων μὲν τοῦτο συγκεφαλαιωτέον, ὅτι δὴ ἡ τοῦ παντὸς ψυχὴ κινεῖ μὲν καὶ τὸ πᾶν τῷ τε μέσῳ φρουρητικὰς ἐπιστήσασα δυνά- μεις καὶ ὅλον αὐτὸ ζωογονίας ἀποπληρώσασα καὶ ἑξωθεν αὐτὸ συνέχουσα νοερῶς, μιμουμένη καὶ ταύτῃ τὴν ἑαυτῆς αἰτίαν ἀπογεννήσασαν τριτὰς ἡγεμονίας θεῶν, φρουρητικὰς, ζωογονικὰς, δημιουργικὰς, αὐτὴ δὲ ἑαυτὴν πολλῷ πρότερον κινεῖ θείως ἀπὸ τῶν πρωτίστων ἐνεργειῶν ἀρχομένη καὶ διὰ τοῦτο ἀπαύστως ἑαυτὴν τε κινούσα καὶ τὸ πᾶν, καὶ διὰ ταῦτα ἑμφρόνως ἑαυτὴν τε ἄγουσα καὶ τὸν ὅλον οὐρανόν. ἔτι δὲ αὐτὴ τε τὴν μίαν παράτασιν τοῦ χρόνου μέτρον ποιου- μένη τῆς οἰκείας περιόδου καὶ τὸ πᾶν ὡσαύτως περιάγουσα· τῇ γὰρ αὐτῆς ἀποκαταστάσει συναποκαθίσταται τὸ πᾶν· οὔτε γὰρ πρότερον, ἐπειδή πάλιν ἐν τῷ κόσμῳ τὰ αὐτὰ γίνεται, κατὰ δὲ τὰς τῆς ψυχῆς νοήσεις τὰ γιγνόμενα γίνεται· οὐδ’ ὑστερον, ἵνα μὴ ἀναίτιος ἡ ἀποκατάστασις ἦ· τί γὰρ ἔσται τὸ περιέχον αὐτὴν ὅλην, εἰ μὴ ἡ τῆς ψυχῆς περίοδος; εἰ δὲ ταῦτα ὀρθῶς ἑφαμεν, ἔχει ἄν πάλιν ἡ ψυχὴ τὸ μὲν θεῖον ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπανυστον ἀπὸ τοῦ αἰῶνος, τὸ δὲ ἑμφρον ἀπὸ τοῦ νοῦ, πάντα δὲ ἀπὸ τῆς μιᾶς τῶν ὅλων αἰτίας. Καὶ τὸ μὲν δὴ σῶμα τοῦ οὐρανοῦ ὁρατὸν γέ- γονεν, αὐτὴ δὲ ἀόρατος μὲν, λογισμοῦ δὲ μετέχουσα καὶ ἀρμονίας ψυχὴ τῶν νοητῶν ἀεὶ τε ὄντων, ὑπὸ