Ancient Greek
2.30.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.30.1
Unproofread scanNot analysed yet
των ἀριθμητικὴν μὲν, εἰ πρῶτον ἴσον πρώτῳ θείης, οἷον ὑπάτην, δεύτερον δὲ πρώτῳ καὶ δευτέρῳ, οἷον ἄλλον φθόγγον διπλασίως ἠχοῦντα ταύτης· ἔστω δὲ ἡ νήτη, ἡ τὸν διπλάσιον ἔχουσα λόγον πρὸς τὴν ὑπάτην· τρίτον δὲ πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ. ἔσται γὰρ φθόγγος ὁ τὸν τριπλάσιον λόγον ποιῶν πρὸς τὴν ὑπάτην ἴσῳ τῆς νήτης ὑπερέχων, ὅσῳ ἡ νήτη τῆς ὑπάτης, καὶ τρεῖς οὕτοι φθόγγοι διαστήσονται ἀλλήλων ἀριθμητικῶς, ὑπάτη, νήτη, τρίτη ὑπερβολαίων. ***γεωμετρικὴν δὲ ποιήσεις ἐκ τῶν ἐκκειμένων ὑπατῶν πρῶτον πρώτῳ ποιήσας ἴσον καὶ θείς ὑπάτην, δεύτερον πρώτῳ ἅμα καὶ δευτέρῳ καὶ θείς νήτην· αὕτη γὰρ δύναται τῆς ὑπάτης διπλάσιον· τρίτον πρώτῳ ἅμα καὶ δύο δευτέροις καὶ τρίτῳ καὶ θείς τινὰ χορδήν· αὕτη γὰρ διπλάσιον μὲν δύναται τῆς νήτης, τετραπλάσιον δὲ τῆς ὑπάτης· καὶ ἔσονται τρεῖς οὕτοι φθόγγοι γεωμετρικὴν ποιοῦντες.