Ancient Greek
2.30.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.30.2
Unproofread scanNot analysed yet
πᾶσαι ἄρα καὶ ἐν ἀριθμοῖς ὁρῶνται καὶ ἐν ὀγκοῖς καὶ ἐν δυνάμεσι, μᾶλλον μὴν ὡκείωται ὁ μὲν ἀριθμὸς τῇ ἀριθμητικῇ, ὁ δὲ ὀγκὸς τῇ γεωμετρικῇ, ἡ δὲ δύναμις τῇ ἀρμονικῇ. καὶ διὰ ταῦτα μὲν οὖν τοῖς τρισὶν ἐχρῆσατο τούτοις ὁ Πλάτων, ἀριθμοῖς, ὀγκοῖς, δυνάμεσιν. εὑ δὲ καὶ ὅτι κοινοὺς τινὰς λόγους ἀποδιδοὺς ἀπὸ τοῦ μέσου πεποίηται τὴν ἀρχήν· τοῦτο γὰρ ἐστὶ δι’ οὗ πᾶσα ἀναλογία συνέστηκε, συνάγον τοὺς ἄκρους κατὰ τὸν λόγον καὶ διαπορθμεύον τὸν λόγον ἀπὸ τῆς ἑτέρας δυνάμεως ἐπὶ τὴν λοιπήν· ἐστὶ γὰρ ὁ μὲν κυρίως δεσμὸς ἡ ἀναλογία, δεσμὸς δὲ ὡς τὸ δι’ οὗ καὶ τὸ μέσον· δι’ αὐτοῦ γὰρ ἡ ἀναλογία συνδεῖ τοὺς ἄκρους. ἀπὸ τούτου τοίνυν ὡς οἰκειοτάτου τῇ φύσει τῆς ἀναλογίας πεποίηται τὴν ἀρχὴν καὶ ὡς δι’ αὐτοῦ τῆς σχέσεως ἐπιτελουμένης, διὸ καὶ μεσότητες προσαγορεύονται, καὶ ὅτι τέλος ἐστὶ πάσης ταύτης ἀναλογίας ἡ ταυτότης· ἐπειδή γὰρ ἀπὸ ἴσο-