Ancient Greek
2.303.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.303.1-2
Unproofread scanNot analysed yet
Ἀπολλωνιακή, καὶ ἀπ’ αὐτῶν ἡ ψυχὴ πληρουμένη λογισμοῦ μετέχει καὶ ἀρμονίας. καὶ εἰ δεῖ τὸ δοκοῦν διαρρήδην λέγειν, τριχῶς τὴν ἀρμονίαν νοητέον, ἢ τὴν αὐτοαρμονίαν, ἢ τὸ πρῶτως ἡρμοσμένον καὶ καθ’ ὅλον ἑαυτὸ τοιοῦτον ὄν, ἢ τὸ δευτέρως ἡρμοσμένον καὶ πῆ μετέχον ἀρμονίας, καὶ τὴν μὲν ἀποδοτέον τῷ νῷ, τὴν δὲ τῇ ψυχῇ, τὴν δὲ τῷ σώματι. τριχῶς δὲ καὶ τὸν λογισμόν, τὸν μὲν πρωτουργόν, τὸν δὲ κατὰ μέθεξιν, τὸν δὲ κατ’ ἐμφασιν· ἔστι γὰρ τι λογισμοῦ καὶ ἐν τισὶ τῶν ἀλόγων ἴχνος. ἐπεὶ καὶ τὴν οὐσίαν καὶ τὸ σχῆμα καὶ τὴν δύναμιν τριχῶς νοήσομεν· ἡ μὲν γὰρ πρῶτως οὐσία καὶ τὸ πρῶτον σχῆμα καὶ ἡ πρώτη δύναμις ἐν τοῖς νοητοῖς, τὸ δὲ πῆ κατὰ πάντα ταῦτα μετέχον τὸ σωματικόν ἐστιν· ἔστι γὰρ τι καὶ ἄσχημάτιστον καὶ ἄνούσιον καὶ ἄδυναμον. ἡ δὲ ψυχὴ κατὰ μέθεξιν μὲν ἕκαστον ἔχει τούτων, καθ’ ὅλην δὲ ἑαυτὴν μετείληφεν ὅλη· καὶ γὰρ δεδυναμώται <ὅλη> καὶ ὅλη καθ’ ὅλην ἐσχημάτισται καὶ οὐσιῶται ὁμοίως· οὐ γὰρ προηγεῖται καὶ ἐπ’ αὐτῆς τὸ ἄσχημάτιστον τοῦ ἐσχηματισμένου καὶ τὸ ἄδυναμον τοῦ δυνατοῦ καὶ τὸ ἄνούσιον τῆς οὐσίας· οὐδὲν γὰρ ἂν διαφέροι τῶν ἐνύλων σωμάτων. μετέχει οὖν ἡ ψυχὴ λογισμοῦ καὶ ἀρμονίας καὶ σχήματος καὶ δυνάμεως, καὶ ὅλη μετέχει, τὸ δὲ σῶμα μερικῶς. πάλιν οὖν καὶ ἐκ τούτων ἡ μεσότης αὐτῆς ἀναφαίνεται, καὶ ὡς εἰκότως εἶπεν αὐτὴν ὁ Πλάτων ὑπὸ τοῦ ἀρίστου γεγονέναι πρώτην καὶ ἀρίστην τῶν γεννηθέντων, καὶ ἄορατον μὲν, πρῶτον δὲ μετέχουσαν τῆς νοητῆς ἀρμονίας.