Ancient Greek
2.301.5
Proclus Phil., In Platonis Timaeum Commentaria 2.301.5-2
Unproofread scanNot analysed yet
γενομένων 23 cf. p. 246, 19 26 ὄντων ἐστὶ 5: an ὄντων ἀρίστου τὸ κάλλιστον, ὥσπερ τοῦ ἀγαθοῦ τὸ κάλλος. δόξειε δ’ ἂν ἐν τούτοις τὸν δημιουργὸν ἄριστον λέγειν τῶν νοητῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν ψυχὴν ἀρίστην τῶν γεννηθέντων, καὶ μαρτυρεῖν τοῖς ἕνα θεὸν πρὸ τοῦ κόσμου ποιοῦσιν. ἀλλὰ καὶ εἰ οὕτω τις ἀκούοι τῆς ὧσεως ἀναστρέψας αὐτήν, ὅμως ἐκ τῆς ἀναλογίας δῆλον, ὅτι τὰ νοητὰ καὶ ἀεὶ ὄντα οὐ τὰ ἐν αὐτῷ εἴδη θήσομεν, ἀλλὰ μετ’ αὐτὸν ἑτέρας οὐσίας, εἴπερ ὃν ἔχει λόγον ἡ ψυχὴ πρὸς τὰ γεννηθέντα πάντα, τοῦτον ὁ δημιουργὸς πρὸς τὰ ἀεὶ ὄντα. καὶ ἡ ποιήσομεν αὐτὸν εἰς τὰ μετ’ αὐτὸν βλέπειν, καίτοι γε δημηγορῶν αὐτὸς καὶ τοῖς νέοις θεοῖς ἐγχειρίζων τὴν τῶν θνητῶν δημιουργίαν ὅρα τί φησι [41 C]· μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν· οὐχ αὐτὸς ἄρα μιμούμενος τὰ μετ’ αὐτὸν δημιουργεῖ τὰ ἀθάνατα τῶν ζώων, ἀλλὰ τὰ πρὸ αὐτοῦ πάντως, ὡς καὶ ἐκείνους βούλεται τὰ θνητὰ δημιουργεῖν αὐτὸν μιμουμένους· ἢ εἰ τοῦτο φυλαττοίμεθα, δώσομεν πολλοὺς εἶναι νοητοὺς θεούς, εἰ καὶ μετὰ τὸν δημιουργόν, ὅπερ οὐ συγχωροῦσι. μήποτε οὖν ἄμεινον λέγειν ἢ τὴν ψυχὴν αὐτὴν λέγεσθαι τῶν νοητῶν εἶναι ἀεὶ τε ὄντων ὡς ἀρίστην τῶν γεννητῶν οὕτως, ὡς ἀμέριστον καὶ μεριστήν, μέσην οὖσαν, ἢ ἐπειδήπερ μετέχειν αὐτὴν φησι λογισμοῦ καὶ ἀρμονίας, δηλοῦν διὰ ταύτης τῆς λέξεως ποῦ ὄντων ἐκείνων μετέχει, τοῦ λογισμοῦ λέγω καὶ τῆς ἀρμονίας, ὅτι νοητῶν ὄντων καὶ ἀεὶ ὄντων· ἡ γὰρ ἐν αὐτῇ ἀρμονία γεννητὴ ἐστιν, οὐχ οὔσα αὐτοαρμονία, ἀλλ’ ἐνηρμοσμένη, καὶ ὁ λογισμὸς οὐχ ἀεὶ ὢν, ἀλλὰ γένεσιν ἔχων, ἅτε κατὰ χρόνον ὑφεστὼς καὶ μεταβατικὸς ὢν. πῶς οὖν λογισμοῦ μετέχει καὶ ἀρμονίας ἡ ψυχή; πῶς δὲ οὐχ ἐν αὐτῇ πρῶτως καὶ ἡ ἀρμονία καὶ ὁ λογισμός, ἀλλὰ κατὰ μέθεξιν; διότι, φήσω, καὶ ἐν τῷ δημιουργῷ ταῦτα προῆν, λογισμὸς καὶ ἀρμονία· καὶ γὰρ Μούσας καὶ τὸν Μουσηγέτην αὐτὸς ὑπέστησε καὶ τὴν Ἑρμαϊκὴν σειράν. ἐν αὐτῷ οὖν καὶ ὁ λογισμὸς ὁ δημιουργικὸς καὶ ἡ ἀρμονία πρῶτως, ὁ μὲν Ἑρμαϊκὸς ὢν, ἡ δὲ