Ancient Greek
2.310.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.310.3-2
Unproofread scanNot analysed yet
Τρεῖς εἰσὶ τῶν προκειμένων τούτων λέξεων ἐξηγήσεις, λόγον ἔχουσαι πᾶσαι, καὶ δεῖ τὴν ἑκάστης παραστῆσαι δύναμιν· ἡ μὲν γὰρ μίαν ποιεῖ πᾶσαν τὴν ὅψιν, ἡ δὲ δύο, τὴν διαίρεσιν οὕτως ποιουμένη τῶν ῥημάτων, ὥσπερ ἡμεῖς, ἡ δὲ τρεῖς, καθ’ ἕκαστον διαιροῦσα τῶν κώλων. καὶ ἡ μὲν πρώτη τοιάδε τίς ἐστιν· ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, ἐνταῦθα μικρὸν ὑποστίζασα ἐπάγει τὰ ἕξης· λέγει κινουμένη διὰ πάσης αὐτῆς, ὅτω τε ἂν τι ταὐτὸν ἢ καὶ ὅτου ἂν τι ἕτερον, πρὸς ὅ,τί τε μάλιστα καὶ ὅπη καὶ ὅπως καὶ ὅποτε ξυμβαίνει κατὰ τὰ γινόμενα τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταῦτὰ ἔχοντα ἀεὶ· ταῦτα γὰρ πάντα λέγει κινουμένη διὰ πάσης αὐτῆς ἡ ψυχή, φησί, τῆς τε ἀμερίστου καὶ μεριστῆς οὐσίας ἐφαψαμένη, τὴν ταυτότητα τὴν ἐν ἀμφοῖν, τὴν ἑτερό-