Ancient Greek
2.311.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.311.1-2
Unproofread scanNot analysed yet
τητα, τὰς σχέσεις, τὰς ποιότητας, τὰς ποιήσεις, τὰ πάθη· πάντα γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς εἶναι καὶ ἐν τοῖς αἰσθητοῖς ἀνὰ λόγον. ἡ δὲ δευτέρα μίαν μὲν ποιεῖ ὅψιν ἣν πρότερον ἀνεγράψαμεν, δευτέραν δὲ ταύτην οὕτως· ὅτω τε ἂν τι ταὐτὸν ἢ καὶ ὅτου ἂν τι ἕτερον, λέγει κινουμένη, πρὸς ὅ,τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως καὶ ὅποτε συμβαίνει κατὰ τὰ γιγνόμενα τε πρὸς ἕκαστον καὶ ἐφεξῆς· διαφέρει δὲ αὕτη τῆς προτέρας, ὅτι χωρὶς μὲν τὸν περὶ τῆς οὐσίας διακρίνει λόγον, χωρὶς δὲ τὸν περὶ τῶν περὶ τὴν οὐσίαν. ἡ δὲ λοιπὴ τριχῇ διεῖλε τὰ κῶλα· τίθησι γὰρ ἕν μὲν τὸ προειρημένον, δεύτερον δὲ ὅτω τε ἂν τι ταὐτὸν ἢ καὶ ὅτου ἂν τι ἕτερον, τρίτον δὲ τὰ ἐξῆς πάντα. τὴν μὲν οὖν λέξιν τριχῶς ἂν τις, ὡς εἴπομεν, ἐφερμηνεύσειεν. ὑπὲρ δὲ τῶν πραγμάτων αὐτῶν μάλιστα σκεπτέον ὅτι μὲν γὰρ ταυτότης ἐστὶ καὶ ἑτερότης ἐν τοῖς νοητοῖς, δῆλον· ὅπως δὲ καὶ τὸ πρὸς τι καὶ τὸ ὅπη καὶ τὸ ὅπως καὶ τὸ πότε καὶ τὸ πάσχειν; ταῦτα γὰρ ἐπὶ μὲν τῶν αἰσθητῶν γνώριμα πάντως ἐστίν, ἐν δὲ τοῖς νοητοῖς πῶς; ἢ τὰ μὲν γένη τοῦ ὄντος ἐκδηλὰ ἐστὶν ἐν ἐκείνοις, διότι τὰ κυρίως ὄντα ἐστὶν ἐκεῖνα. λάβοις δ’ ἂν καὶ ταῦτα κατὰ τὸ ἀνὰ λόγον θεωρῶν, τὸ μὲν πρὸς τι κατὰ τὸ πατρικόν, εἰ βούλει, καὶ κατὰ τὸ μητρικόν, τό τε ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον, μόνον μὴ ἄνουσίους ὑπολάβῃς τὰς σχέσεις, ἀλλ’ ὡς προσῆκει τοῖς νοητοῖς οὐσίας· ἐκεῖ γὰρ ἡ κυριωτάτη σχέσις, ὅπου καὶ ἡ κοινωνία πλείων, διὸ καὶ αὐτὸς εἶπε πρὸς ὅ,τι μάλιστα, καὶ πάντα πρῶτως ἐστί. τὸ δὲ ὅπη καθόσον ἐστὶν ἐκείνοις καὶ τὸ μὴ κατὰ πᾶν τοιοῦτον, ἀλλὰ πῇ· λέγεται γοῦν πῇ ἐν ἕκαστον τῶν νοητῶν ἐν· ἀπλῶς γὰρ ἐν τὸ μόνως ἐν. καὶ πάλιν τὸ ἐκεῖ ταὐτὸν καὶ ἕτερον, ἀλλ’ οὐχ ἀπλῶς ἕτερον· οὔδε γὰρ ἂν ἦν ἕτερα τῆς ταυτότητος ἡ ἑτερότης, καὶ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν· πάντα γοῦν εἶναι φησι πάντα, καὶ ἐν μὲν ἕκαστον κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν· τοῦτο δ’ ἐστὶ τὸ ὅπη καὶ