Ancient Greek
2.311.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.311.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37 AB] τητα, τὰς σχέσεις, τὰς ποιότητας, τὰς ποιήσεις, τὰ πάθη· πάντα γὰρ ταῦτα καὶ ἐν τοῖς νοητοῖς εἶναι καὶ ἐν τοῖς αἰσθητοῖς ἀνὰ λόγον. ἡ δὲ δευτέρα μίαν μὲν ποιεῖ ὅψιν ἣν πρότερον ἀνεγράψαμεν, δευτέραν δὲ ταύτην οὕτως· ὅτω 5 τε ἂν τι ταυτόν ἢ καὶ ὅπου ἂν τι ἕτερον, λέγει κινουμένη, πρὸς ὅ,τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως καὶ ὅποτε συμβαίνει κατὰ τὰ γιγνόμενα· τε πρὸς ἕκαστον καὶ ἐφεξῆς· διαφέρει δὲ αὕτη τῆς προτέρας, ὅτι χωρὶς μὲν τὸν περὶ τῆς οὐσίας διακρίνει λόγον, χωρὶς δὲ τὸν περὶ τῶν 10 περὶ τὴν οὐσίαν. ἡ δὲ λοιπὴ τριχῇ διεῖλε τὰ κῶλα· τὴθησι γὰρ ἐν μὲν τὸ προειρημένον, δεύτερον δὲ ὅτω τε ἂν τι F ταυτόν ἢ καὶ ὅπου ἂν τι ἕτερον, τρίτον δὲ τὰ ἐξῆς πάντα. τὴν μὲν οὖν λέξιν τριχῶς ἂν τις, ὡς εἴπομεν, ἐφερμη-νεύσειεν. ὑπὲρ δὲ τῶν πραγμάτων αὐτῶν μάλιστα σκεπτέων 15 ὅτι μὲν γὰρ ταυτότης ἐστὶ καὶ ἑτερότης ἐν τοῖς νοητοῖς, δῆλον· ὅπως δὲ καὶ τὸ πρὸς τι καὶ τὸ ὅπη καὶ τὸ ὅπως καὶ τὸ πότε καὶ τὸ πάσχειν; ταῦτα γὰρ ἐπὶ μὲν τῶν αἰ-σθητῶν γνώριμα πάντως ἐστίν, ἐν δὲ τοῖς νοητοῖς πῶς; ἢ τὰ μὲν γένη τοῦ ὄντος ἐκδηλᾶ ἐστὶν ἐν ἐκείνοις, διότι τὰ 20 κυρίως ὄντα ἐστὶν ἐκεῖνα. λάβοις δ’ ἂν καὶ ταῦτα κατὰ τὸ ἀνὰ λόγον θεωρῶν, τὸ μὲν πρὸς τι κατὰ τὸ πατρικόν, εἰ βούλει, καὶ κατὰ τὸ μητρικόν, τὸ τε ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον, μόνον μὴ ἀνουσίους ὑπολάβῃς τὰς σχέσεις, ἀλλ’ ὡς προσήκει τοῖς νοητοῖς οὐσίαις· ἐκεῖ γὰρ ἡ 25 κυριωτάτη σχέσις, ὅπου καὶ ἡ κοινωνία πλείων, διὸ καὶ αὐ-234 τὸς εἶπε πρὸς ὅ,τι μάλιστα, καὶ πάντα πρῶτως ἐστὶ. τὸ δὲ ὅπη καθόσον ἐστὶν ἐκείνοις καὶ τὸ μὴ κατὰ πᾶν τοι-οῦτον, ἀλλὰ πῇ· λέγεται γοῦν πη ἐν ἕκαστον τῶν νοητῶν ἐν· ἀπλῶς γὰρ ἐν τὸ μόνως ἐν. καὶ πάλιν τὸ ἐκεῖ ταυτόν 30 καὶ ἕτερον, ἀλλ’ οὐχ ἀπλῶς ἕτερον· οὐδὲ γὰρ ἂν ἦν ἕτερα τῆς ταυτότητος ἢ ἑτερότης, καὶ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν· πάντα γοῦν εἶναι φησι πάντα, καὶ ἐν μὲν ἕκαστον κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν· τοῦτο δ’ ἐστὶ τὸ ὅπη καὶ