Ancient Greek
2.312.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.312.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 37 AB] ἐκείνοις. τὸ δὲ ὅπως κατὰ τὰς διαφορὰς τῶν μεθέξεων· τῆς γὰρ αὐτῆς ἰδιότητος πολλὰ μετέχει διαφόρως· τοῦ γὰρ παντοῦ μετέχει μὲν, εἰ τύχοι, στάσις, μετέχει δὲ κίνησις, ἀλλ’ οὐχ ὡσαύτως, ἀλλ’ ἡ μὲν μᾶλλον, ἡ δὲ ἧττον· καὶ δὴ καὶ κατὰ τοὺς διαφόρους τῶν εἰδῶν, οἷον τοῦ ἑνὸς ἢ τῆς οὐσίας, ἄλλως μὲν τὰ νοητά, ἄλλως δὲ τὰ νοερά, καὶ τούτων τὰ μὲν ἄλλως, τὰ δὲ ἄλλως, κατὰ τὰ μέτρα τῆς ἐκάστον οὐσίας. ἔστιν ἄρα ἐκεῖ καὶ τὸ ὅπως. τὸ δὲ ὅποτε ἢ κατὰ τὰς ποιήσεις τὰς εἰς τὰ τῆδε τῶν νοητῶν (ποτὲ γὰρ B αὐτῶν μετέχει τὰ τῆδε καὶ γίνεται τισι ποτὲ μεθεκτά) ἢ καὶ κατ’ αὐτὰς τὰς νοήσεις τῆς ψυχῆς· ἄλλοτε γὰρ ἄλλοις εἴδεσι προσβάλλουσα ποτὲ μὲν τάδε νοεῖ, ποτὲ δὲ ἄλλα, καὶ γίγνεται τὸ ἀεὶ ὅν ποτὲ αὐτῇ ὡς ποτὲ νοητόν. τὸ δὲ πρὸς ἕκαστον ἕκαστα εἶναι καθόσον πάντα ἐν ἀλλήλοις ἔστι καὶ δι’ ἀλλήλων πεφοίτηκε καὶ πάντα οἰκεία πᾶσιν ἔστιν, ἢ ὡς ἑνὸς τινος ἐξημμένα ἢ ὡς τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν, ἢ ἄλλως ὁπωσοῦν. τὸ δὲ πάσχειν καθόσον πληροῦται ἀπ’ ἀλλήλων καὶ πάντα πᾶσι μεταδίδωσι τῶν οἰκείων ἰδιοτήτων· καὶ γὰρ τὸ μετέχειν ὁ Πλάτων διὰ τοῦ πεπονθέναι δηλοῖ πολλάκις, ὡς ἐν Σοφιστῇ [245 A] μεμαθήκαμεν, ὅπου λέγει τὸ ὅλον πεπονθὸς εἶναι τὸ ἕν, ἀλλ’ οὐχ αὐτοῦν, ὡς μετέχον τοῦ ἑνός. ἔστιν ἄρα καὶ ἐν τοῖς νοητοῖς ταῦτα καὶ ἐν τοῖς αἰσθητοῖς, κατὰ τὰ γιγνόμενα τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν συμβαίνει, καὶ πρὸς τὰ κατὰ ταῦτὰ ἔχοντα ἀεὶ παραπλησίως ἕκαστον εἶναι καὶ πάσχειν συμβαίνει τῶν τε αἰσθητῶν καὶ τῶν ἀεὶ ὄντων. εἴωθε γοῦν καὶ αὐτὸς τὰς τε μεθέξεις διὰ τοῦ πεπονθέναι δηλοῦν καὶ πᾶν τὸ μετέχον καλεῖν πεπονθὸς ἐκείνου, οὗ μετέσχεν, ὡς εἴπομεν. ὡς οὖν συλλήβδην εἰπεῖν, λέγει τοῦ παντός C ἢ ψυχὴ διὰ πάσης ἑαυτῆς κατὰ μίαν γνώσιν καὶ κατὰ τε τὰ γιγνόμενα καὶ τὰ <ὄντα, καὶ> κατὰ τὰ αὐτὰ λέγει κατ’ ἄμφω ἕκαστα τῶν γιγνομένων καὶ ἕκαστα τῶν ἀεὶ ὄντων τίνι ταῦτά ἐστιν, τίνος ἕτερα, καὶ ἕκαστον τῶν γιγνομένων