Ancient Greek
2.319.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.319.1-2
Unproofread scanNot analysed yet
τὴν δευτέραν περιφοράν, καὶ διὰ ταύτης κινεῖ καὶ τὴν γένεσιν, ὡς ἕκεῖνος διὰ τῆς ἀπλανοῦς ἐκίνει τὸ πᾶν· ἐπιστρέφων δὲ διὰ τῆς γνώσεως εἰς τὴν ἕκείνου ζωτικὴν ἐπιστρέφει κίνησιν, οὖσαν προσεχῶς ὑπὲρ αὐτόν, εἰς ἕκεῖνην δὲ ἐπιστρέφων διὰ τῆς γνώσεως ὅπερ ἕκεῖνη ζωτικῶς ἐπετρόπευε, τοῦτο γνωστικῶς ἐπιστρέφεται, καὶ οὕτω δὴ τοῦ κόσμου παντὸς ἔσχε τὴν γνῶσιν, συνάψας τὸ ἑαυτοῦ ἐπιστρέφον πρὸς τὸ τοῦ πρὸ αὐτοῦ μένον, καὶ ἐγενέσθην ὁ μὲν τῶν νοητῶν, ὁ δὲ τῶν αἰσθητῶν γνωριστικός· καὶ γὰρ εἰ τὴν θάτερον κινεῖ περίοδον, ἕδει γιγνώσκειν αὐτὸν καὶ ὧν ἡγεῖται καὶ ᾧ ἕπεται μέσην οὖσαν, καθάπερ τὸν τοῦ ταυτοῦ κύκλον, εἰ κινεῖ τὸ πᾶν, ἕδει γιγνώσκειν, τίνι ὁμοιούμενον ζῇ τὴν μίαν ταύτην ζωήν· ὥστε τῷ μὲν ἡ ἐπιστροφή διὰ τοῦ μέρους εἰς τὸ ὅλον, τῷ δὲ διὰ τοῦ ὅλου εἰς ἕτερον ὅλον. τοσαῦτα καὶ πρὸς ταύτην ἡμῖν εἰρῆσθω τὴν ζήτησιν, βαθείας ἐπιστάσεως δεομένην. οὐ δεῖ δὴ οὖν νομίζειν, ὅτι ἕξωθεν εἰσδέχεται τὴν γνῶσιν ἡ ψυχὴ τοῦ παντὸς τῶν αἰσθητῶν, οὐδ’ ὅτι ὀργάνων δεῖται πρὸς τὴν κατάληψιν αὐτῶν· μερικῶν γὰρ ἕστι ταῦτα ψυχῶν· ἀλλ’ ὅτι εἰς ἑαυτὴν ἕστραμμένη προβεβλημένους ἔχει τοὺς λόγους τῶν αἰσθητῶν ἀφ’ ἑαυτῆς. διὸ καὶ ὁ Πλάτων ἀκριβῶς περὶ τὸ αἰσθητὸν εἶπεν ἐνεργεῖν τὸν θάτερον κύκλον, ἀλλ’ οὐ πρὸς τὸ αἰσθητόν, ἵνα τὴν κατ’ αἰτίαν περιοχὴν ἕνδείξηται τῶν αἰσθητῶν ἐν τοῖς λόγοις, ἀλλ’ οὐχὶ τὴν σύζυγον πρὸς αὐτὰ καὶ τὴν ἐν αὐτοῖς ἀπερειδομένην γνῶσιν. ταῦτα μὲν οὖν περὶ τῶν πραγμάτων. τὸ δὲ εἰς πᾶσαν διαγγεῖλαι τὴν ψυχὴν σύμφωνον μὲν ἕστι τῷ λέγει κινουμένη διὰ πάσης ἑαυτῆς, ἕνδεικνυται δέ, ὅτι καὶ τῶν αἰσθητῶν προσεχῶς μὲν ὁ θάτερος κύκλος ἕφάπτεται, διὰ δὲ τούτου καὶ ἡ πᾶσα ψυχὴ τὴν γνῶσιν ὑποδέχεται. τὸ δὲ αὐτοῦ πολλαχῶς μὲν ἕξηγήσατο ἄν τις, ὡς καὶ ὁ Πορφύριος ἕπέστησε, μᾶλλον δὲ ὡς πρὸς τὸν λόγον ἀποδοτέον· δόξαι γὰρ αὐτοῦ γίγνονται τοῦ λόγου καὶ πίστεις, τοῦ ὀρθοῦ κύκλου τὰ αἰσθητὰ διαγγέλλοντος·