Ancient Greek
2.320.1 to 2.320.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.320.1-2
Unproofread scanNot analysed yet
εἰσὶ γὰρ καὶ αἱ δόξαι καὶ αἱ πίστεες ἐν τῷ δοξαστικῷ μέν, αὐτοῦ δὲ τοῦ λόγου, καθόσον ὑπ’ ἐκείνου κινοῦνται καὶ ἀνεγείρονται καὶ συνέχονται. ταῦτα μὲν περὶ τῆς τοῦ λόγου πρὸς τὸν θάτερον κύκλον συντάξεως· ἕξης δὲ καὶ περὶ D τῆς πρὸς τὸν ταυτοῦ διαλέγεται ταύτη προστιθεῖς. “Ὅταν δὲ αὐ περὶ τὸ λογιστικὸν ἢ, καὶ ὁ τοῦ ταυτοῦ κύκλος εὐτροχος ὧν αὐτὰ μηνύση, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται [37C].