Ancient Greek
2.34.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.34.1-2
Unproofread scanNot analysed yet
B δὲ τούτου πρὸς τὸ ἔσχατον, καὶ ἀπὸ τοῦ ἔσχατου πάλιν ἐπὶ τὸ μέσον, ἀπὸ τούτου δὲ ἐπὶ τὸ πρῶτον. διότι καὶ πρόοδον παρέχεται καὶ ἐπιστροφὴν τοῖς σώμασιν ὁ τοιοῦτος δεσμός, ἀπὸ τοῦ μέσου μὲν ἀρχόμενος, διότι συνοχικὸς ἐστὶ καὶ ἑνοποιός καὶ κατὰ ταύτην τὴν ἰδιότητα ἀφώρισται, προϊὼν δὲ ἀπὸ τοῦ πρώτου διὰ τοῦ μέσου ἐπὶ τὸ ἔσχατον, ὡς ἐκτείνων καὶ ἐξαπλῶν ἑαυτὸν μέχρι τῶν τελευταίων, ἀνατρέχων δὲ ἀπὸ τοῦ ἔσχατου πρὸς τὸ πρῶτον, ὡς ἐπιστρέφων πάντα διὰ τῆς ἀρμονίας ἐπὶ τὴν αἰτίαν τὴν νοητήν, ἀφ’ ἧς καὶ ἡ διαίρεσις γέγονε τῆς φύσεως καὶ ἡ διάστασις τῶν σωμάτων. ἐπιστρέφοντα γὰρ πρὸς ἐκείνην καθ’ ἕνα κύκλον καὶ μίαν τάξιν καὶ εἰρμὸν ἕνα τῶν δευτέρων εἰς τὰ πρὸ αὐτῶν ἀνηρημένων ἕνα τὸν κόσμον καὶ ὁμοιότατον ἀποτελεῖ πρὸς τὸ νοητόν· ὡς γὰρ ἐκεῖ πάντα ἥρωται ἀλλήλοις, οὕτως ἐνταῦθα πάντα ἥρμοσται, καὶ ὡς ἐκεῖνα προελθόντα ἀπὸ τοῦ ἀγαθοῦ πρὸς αὐτὸ πάλιν ἐπέστραπται διὰ τῆς ἐν αὐτοῖς ἀγαθότητος καὶ τῶν νοητῶν ἐνάδων, οὕτω δὴ καὶ ταῦτα προελθόντα ἀπὸ τοῦ δημιουργοῦ πρὸς αὐτὸν πάλιν ἐπέστραπται διὰ τοῦ δεσμοῦ τούτου καὶ μερισθέντος καὶ διὰ πάντων αὐτῶν διαπεφοιτηκότος καὶ πάντα συνδέοντος· μιμεῖται γὰρ τὴν ἐν τῷ δημιουργῷ τάξιν ἡ τῶν σωμάτων τούτων θέσις. ἔτι τοίνυν καὶ τὸ μέσον ἐν τούτοις πάντα ἐστί, καὶ τὰ ἔσχατα τὸ μέσον· ἐστὶ γὰρ πάντα ἐν πᾶσι καὶ μετέχει τῆς ἀλλήλων φύσεως· μιμεῖται γὰρ καὶ ταύτῃ τὸν νοητὸν κόσμον ὁ αἰσθητός, καὶ ὥσπερ ἐν ἐκείνῳ πάντα ἐν πᾶσίν ἐστιν, ἀλλ’ οἰκείως ἐν ἑκάστῳ, νοητῶς μὲν ἐν τῷ νοητῷ, νοερῶς δὲ ἐν τῷ νῷ, καὶ ὁλικῶς μὲν ἐν τοῖς ὅλοις, μερικῶς δὲ ἐν τοῖς μερικοῖς, τὸν αὐτὸν τρόπον καὶ ὁ αἰσθητὸς κόσμος πάντα ἔχει κατὰ πάσας ἑαυτοῦ τὰς μοῖρας· καὶ γὰρ τὸ πῦρ καθόσον ἀπτὸν ἐστι, γῆς μετέχει, καὶ ἡ γῆ καθόσον δρατόν, πυρός, καὶ ὑγρότητος ἑκάτερον· ἡ μὲν γὰρ κολλᾶται δι’ αὐτῆς, καὶ συνέχεται καὶ ἐνοῦται τὸ σκιδνόμενον αὐτῆς, τὸ δὲ τρέφεται καὶ αὔξεται ὑπ’ αὐτῆς· ὥστε τὰ ἔσχατα τὸ