Ancient Greek
2.35.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.35.1
Unproofread scanNot analysed yet
μέσον ἐστίν, ἵν’ ἐν τοῖς γνωρίμοις ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον φυσικῶς. ἔστι δ’ οὖν πως τὰ ἔσχατα τὸ μέσον, ὡς τὴν οἰκείαν ἰδέαν σῴζοντα δι’ ἐκεῖνο καὶ μένοντα οἷά ἐστι. καὶ αὖ τὸ ὑγρὸν καθόσον χροῶννυται, μετέχει πυρός, καὶ καθόσον ἀναθάλπεται διὰ τῆς θέρμης· καθόσον δὲ ἅπτόν ἐστι, πάλιν μετέχει γῆς· ὥστε καὶ τοῦτο ἑκάτερον ἀποτελεῖται τοῖν ἄκροιν. ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον [p. 49, 3ss] ἡμῖν ἔσται γνωριμώτερα, διὰ δὲ τῆς ἁρμονίας ταύτης καὶ τῆς ἀναλογίας ἀναφαίνεται πρώτη μὲν ἡ ταυτότης, ἐπὶ ταύτῃ δὲ ἡ ἕνωσις. αὐτὰ μὲν γὰρ τὰ σώματα κατὰ τὴν ἑαυτῶν φύσιν μεριστά ἐστι καὶ ὑπὸ τῆς ἑτερότητος κρατούμενα καὶ τοῦ νεῖχους, γίνεται δὲ ὅμως καὶ ταῦτα διὰ τῆς ἁρμονίας ταυτότητι φίλα καὶ διὰ τῆς ταυτότητος ἐνώσει. καὶ γὰρ ἕν τὸ πᾶν ἀποτελεῖται διὰ τῆς ἀναλογίας ἐνοποιῶν τῶν διηρημένων καὶ συναγωγὸν τῶν πεπληθυσμένων καὶ συνεκτικὴν τῶν διασκεδαννυμένων δύναμιν ἔχουσης. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἱ θεολόγοι τὰς ἐν τοῖς θεοῖς τούτων αἰτίας θεωροῦντες τὴν Ἀφροδίτην τῷ Ἄρει συγκαθεῖρξαντες περι-βάλλουσιν αὐτοὺς τοῖς Ἥφαιστοτεύκτοις δεσμοῖς, τῆς ἑτερό-τητος τῆς ἐν τῷ κόσμῳ δι’ ἁρμονίας καὶ φιλίας συνεχόμενης καὶ ἀπάσης ταύτης τῆς συμπλοκῆς τοῦ Ἥφαίστου τὴν αἰτίαν ἔχοντος, καὶ διὰ τῶν δημιουργικῶν δεσμῶν τὴν ταυτότητα τῇ ἑτερότητι συμπλέκοντες καὶ τῇ διακρίσει τὴν ἁρμονίαν καὶ τῇ ἐναντιώσει τὴν κοινωνίαν. καὶ ἐπὶ τούτοις γελᾷ μὲν ὁ Ἀπόλλων, γελᾷ δὲ ὁ Ἑρμῆς, γελᾷ δὲ ἕκαστος τῶν θεῶν, ὁ δὲ γέλως αὐτῶν ὑπόστασιν δίδωσι τοῖς ἐγκοσμίοις καὶ δύναμιν ἐντίθησι τοῖς δεσμοῖς. ταῦτα μὲν οὖν, φασίν, εὖ-στομα κείσθω. νῦν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων τοσοῦτον ἔστω δῆλον, ὅτι δὴ καὶ ὁ φυσικὸς δεσμὸς Ἥφαίστειος ὡν καὶ δημιουργικὸς —περιέχει γὰρ ὁ εἷς καὶ παντελὴς δη-μιουργὸς καὶ τὴν δι’ ἀνάγκης ποίησιν Ἥφαιστότευκτον οὕ-