Ancient Greek
2.36.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.36.4
Unproofread scanNot analysed yet
Σκοπὸς μὲν ἡμῖν, ὡςπερ καὶ πρότερον [p. 2, 9ss] εἴρηται, καταμαθεῖν, ὅπως συνέστη καὶ ἐκ πόσων τὸ πᾶν· τοι- 15 αῦτης δὲ τῆς προθέσεως οὕσης ἔξεστι καθορᾶν, ὅπως εὐτάκτως τὴν τῶν τεττάρων στοιχείων μηχανᾶται σύστασιν ὁ λόγος. Ἐν μὲν γὰρ εἶναι μόνον ἁπλοῦν στοιχεῖον ἀδύνατον· γένεσις γὰρ οὐκ ἂν ἦν· πᾶσα γὰρ γένεσις μεταβολὴ τις ἐστι, πᾶσα δὲ μεταβολὴ γίγνεσθαι πέφυκεν ἐν δύο πράγμασι· καὶ 20 F πᾶσα μὲν γένεσις ἐξ ἐναντίων ἐστιν, αὐτὸ δὲ ἑαυτῷ στοιχεῖον ἁπλοῦν ἐναντίον οὐδαμῶς ἐστιν· εἴη γὰρ ἂν καὶ αὐτὸ ἑαυτοῦ φθαρτικόν. εἰ τοίνυν δεῖ γένεσιν εἶναι, δεῖ μὴ ἕν εἶναι τὸ στοιχεῖον· ὥσπερ γὰρ φησὶν Ἰπποκράτης· εἰ ἕν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεε· τὸ γὰρ ἄλγοῦν πλεονεξία τινὸς καὶ ἄμε- 25 τρία· δυοῖν <ἄρα ὄντων> τοῦλάχιστον ἀλγεῖ· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς λέγομεν· εἰ ἕν ἦν στοιχεῖον, οὐκ ἂν τὰ πράγματα μετέβαλλεν· οὐ γὰρ ἐστιν εἰς τὸ ὅμοιον ἢ μεταβολὴ καὶ ἢ κίνησις, ἀλλ’ εἰς τὸ ἐναντίον. Ἐν μὲν οὖν οὐκ ἐστι