Ancient Greek
2.37.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.37.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] [τῷ] ἄπλοῦν· εἰ δὲ μὴ ἕν, ἀλλὰ δύο τοῦλάχιστον, δεῖ τὰ ἐναντία ταῦτ’ εἶναι· γένεσις γὰρ ἐκ τῶν ἐναντίων ἐστίν. ἀναγκαῖον ἄρα τὰ δύο ταῦτα στοιχεῖα φύσιν ἐναντίαν ἔχειν πρὸς ἀλλήλα [καλῶς]. οὐκοῦν εἰ ἐναντία ἐστὶ, δεήσεται τινος δεσμοῦ καὶ μεσότητος· δύο γὰρ ἐναντία καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. δεσμὸν γὰρ ἐν μέσῳ δεῖ τινα γίγνεσθαι συναγωγὸν ἀμφοῖν· αὐτὰ μὲν γὰρ ἐναντία ὄντα τὴν πρὸς ἀλλήλα κοινωνίαν ἐκδιδράσκει, δεῖ δὲ ἄλλο τρίτον εἶναι τὸ συνάπτον αὐτὰ καὶ εἰς ἕνος συμπλήρωσιν ἄγον. ἀλλὰ τοῦτο τὸ μέσον δυοειδὲς ἀναγκαῖον ὑπάρχειν· εἰ μὲν γὰρ ἦν ἐπίπεδα τὰ στοιχεῖα τὰ συνδεόμενα, μιᾶς ἐδεῖτο μεσότητος· ἐπειδή δὲ στερεά, διὰ δύο συνάπτεται μέσων. ἀρχηγὸς γὰρ οὖσα τῶν στερεῶν ἡ δυάς, καὶ τῶν ἐν αὐτοῖς συνδέσμων εἵληχε τὴν πρωτουργὸν αἰτίαν· διὸ καὶ ὁ Τίμαιος ἁρμονίαν ἐκάλεσε τὴν τοιαύτην σύνδεσιν, ὡς συμμετρίαν ἐντιθεῖσαν τοῖς ἄχροις τῆς πρὸς ἀλλήλα κοινωνίας· καὶ ἡ ἐν τοῖς στερεοῖς δὲ ἀναλογία διὰ δυοῖν προάγεται μέσων· τῶν γὰρ στερεῶν ὁμοίων δύο ὄντων δύο μέσοι ἀνὰ λόγον ἐμπίπτουσιν. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τέτταρά ἐστι τὰ πάντα στοιχεῖα καὶ οὔτε ἕν, ἵνα μὴ μεταβολὴν ἀνέλωμεν, οὔτε δύο ἐναντία τρίτου χωρὶς, ἵνα ὁ δεσμὸς ἢ τῶν πολεμουμένων ἀλλήλοις. οὐ γὰρ ἔσται κόσμος ἐκ δυοῖν τῶν ἀλλοτριωτάτων, ἀλλὰ καὶ εἰ τι τοιοῦτον ἐπινοήσεις, ῥάδιον ἔξει τὴν λύσιν. ἀλλὰ μὴν οὐδὲ μὴ ἐναντία δύο μόνον ἔσται· δράν γὰρ εἰς ἀλλήλα οὐ δυνήσεται. οὐδὲν γὰρ πάσχει λευκὸν ὑπὸ γραμμῆς, ἀλλ’ ὑπὸ τοῦ μέλανος, οὐδὲ θερμὸν ὑπὸ λευκότητος, ἀλλ’ ὑπὸ ψυχρότητος. πάλιν οὖν ῥητέον, ὅτι καθολικώτερον ἀπὸ τῶν γνωρίμων ἀναχθεῖσιν ἢ ἐν ἐστὶ τὸ στοιχεῖον ἢ οὐχ ἕν. εἰ μὲν δὴ ἕν τὸ τοῦ κόσμου στοιχεῖον, ἀνῃρηται ἡ ποικιλία τῶν φαινομένων, ἢ τῶν περιφορῶν ἀντίθεσις, ὁ τῆς γενέσεως πόλεμος, καὶ ἡ πάντα ἀλδία ἔσται ἢ πάντα φθαρτά· εἰ δὲ οὐχ ἕν, ἤτοι δύο ἢ πλείω. ἀλλ’ εἰ