Ancient Greek
2.36.4
Proclus Phil., In Platonis Timaeum Commentaria 2.36.4-2
Unproofread scanNot analysed yet
F πᾶσα μὲν γένεσις ἐξ ἐναντίων ἐστίν, αὐτὸ δὲ ἑαυτῷ στοιχεῖον ἄπλοῦν ἐναντίον οὐδαμῶς ἐστιν· εἴη γὰρ ἂν καὶ αὐτὸ ἑαυτοῦ φθαρτικόν. εἰ τοίνυν δεῖ γένεσιν εἶναι, δεῖ μὴ ἕν εἶναι τὸ στοιχεῖον· ὥσπερ γὰρ φησιν Ἰπποκράτης· εἰ ἕν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεε· τὸ γὰρ ἄλγοῦν πλεονεξία τινὸς καὶ ἄμε- 25 τρία· δυοῖν <ἄρα ὄντων> τοὔλαχιστον ἄλγει· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς λέγομεν· εἰ ἕν ἦν στοιχεῖον, οὐκ ἂν τὰ πράγματα μετέβαλλεν· οὐ γὰρ ἐστὶν εἰς τὸ ὅμοιον ἡ μεταβολὴ καὶ ἡ κίνησις, ἀλλ’ εἰς τὸ ἐναντίον. Ἕν μὲν οὖν οὐκ ἔστι