Ancient Greek
2.37.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.37.1-2
Unproofread scanNot analysed yet
[τὸ] <στοιχεῖον> ἁπλοῦν· εἰ δὲ μὴ ἕν, ἀλλὰ δύο τοὔλαχιστον, δεῖ τὰ ἐναντία ταῦτ’ εἶναι· γένεσις γὰρ ἐκ τῶν ἐναντίων ἐστίν. ἀναγκαῖον ἄρα τὰ δύο ταῦτα στοιχεῖα φύσιν ἐναντίαν ἔχειν πρὸς ἄλληλα [καλῶς]. οὐκοῦν εἰ ἐναντία ἐστί, δεῖ- 5 σεται τινος δεσμοῦ καὶ μεσότητος· δύο γὰρ ἐναντία καλῶς συνίστασθαι τρίτου χωρὶς ἀδύνατον. δεσμόν γὰρ ἐν μέσῳ δεῖ τινα γίγνεσθαι συναγωγὸν ἀμφοῖν· αὐτὰ μὲν γὰρ ἐναντία ὄντα τὴν πρὸς ἄλληλα κοινωνίαν ἐπιδιδράσκει, δεῖ δὲ ἄλλο 10 τρίτον εἶναι τὸ συνάπτον αὐτὰ καὶ εἰς ἕνος συμπλήρωσιν ἄγον. ἀλλὰ τοῦτο τὸ μέσον δυοειδὲς ἀναγκαῖον ὑπάρχειν· εἰ μὲν γὰρ ἦν ἐπίπεδα τὰ στοιχεῖα τὰ συνδεόμενα, μιᾶς ἔδειτο μεσότητος· ἐπειδή δὲ στερεά, διὰ δύο συνάπτεται μέσων. ἄρχηγός γὰρ οὖσα τῶν στερεῶν ἡ δυνάς, καὶ τῶν ἐν 15 αὐτοῖς συνδέσμων εἵληχε τὴν πρωτουργὸν αἰτίαν· διὸ καὶ ὁ Τίμαιος ἁρμονίαν ἐκάλεσε τὴν τοιαύτην σύνδεσιν, ὡς συμμετρίαν ἐντιθεῖσαν τοῖς ἄκροῖς τῆς πρὸς ἄλληλα κοινωνίας· καὶ ἡ ἐν τοῖς στερεοῖς δὲ ἀναλογία διὰ δυοῖν προάγεται μέσων· τῶν γὰρ στερεῶν ὁμοίων δύο ὄντων δύο μέσοι ἀνὰ 20 λόγον ἐμπίπτουσιν. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τέτταρά ἐστι τὰ πάντα στοιχεῖα καὶ οὔτε ἕν, ἵνα μὴ μεταβολὴν ἀνέ- B λωμεν, οὔτε δύο ἐναντία τρίτου χωρὶς, ἵνα ὁ δεσμὸς ἢ τῶν πολεμοῦντων ἀλλήλοις. οὐ γὰρ ἔσται κόσμος ἐκ δυοῖν τῶν ἀλλοτριωτάτων, ἀλλὰ καὶ εἴ τι τοιοῦτον ἐπινοήσεις, ῥάδιον 25 ἔχει τὴν λύσιν. ἀλλὰ μὴν οὐδὲ μὴ ἐναντία δύο μόνον ἔσται· δράν γὰρ εἰς ἄλληλα οὐ δυνήσεται. οὐδὲν γὰρ πάσχει λευκὸν ὑπὸ γραμμῆς, ἀλλ’ ὑπὸ τοῦ μέλανος, οὐδὲ θερμὸν ὑπὸ λευκότητος, ἀλλ’ ὑπὸ ψυχρότητος. πάλιν οὖν ῥητέον, ὅτι καθολικώτερον ἀπὸ τῶν γνωρίμων ἀναχθεῖσιν ἢ ἕν ἐστι τὸ 30 στοιχεῖον ἢ οὐχ ἕν. εἰ μὲν δὴ ἕν τὸ τοῦ κόσμου στοιχεῖον, ἀνῃρηται ἡ ποικιλία τῶν φαινομένων, ἢ τῶν περιφορῶν ἀντίθεσις, ὁ τῆς γενέσεως πόλεμος, καὶ ἢ πάντα αἰδία ἔσται ἢ πάντα φθαρτά· εἰ δὲ οὐχ ἕν, ἤτοι δύο ἢ πλείω. ἀλλ’ εἰ