Ancient Greek
2.38.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.38.1-2
Unproofread scanNot analysed yet
δύο, ἡ ἔναντία ἢ οὐκ ἔναντία. εἰ δὲ οὐκ ἔναντία, πάλιν οὐκ ἔσται ποίησις οὐδὲ πάθος ἐν τοῖς σώμασιν οὐδὲ ἀντί-θεσις οὐδὲ ἐν τοῖς ἔχουσι γένεσιν γένεσις. εἰ δὲ ἔναντία, δεῖται ταῦτα μεσότητος. ἀλλ’ εἰ τοῦτο, ἡ μία ἡ μεσότης ἢ δύο· ἀλλὰ μίαν ἀδύνατον· οὐ γὰρ ἔστιν ἐπίπεδα τὰ στοι-χεῖα· δύο ἄρα αἱ μεσότητες. εἰ δὲ δυοῖν δύο τὰ μέσα, τὰ πάντα τέτταρα. ὅτι μὲν οὖν τοσαῦτα στοιχεῖα τὸν ἀριθμὸν ἄρκει πρὸς τὸ πᾶν, διὰ τούτων δῆλον. Φέρε δέ, εἰ δο-κεῖ, πρῶτον ὥσπερ καὶ ἐν ταῖς προειρημένοις τὸ μαθη-ματικὸν αὐτὸ καθ’ αὐτὸ συντόμως ἀναλάβωμεν, ἐπειδ’ οὐ-τωσὶ καὶ τὴν φυσικὴν θεωρίαν προσαγάγωμεν τῇ λέξει· πῶς γὰρ δυοῖν ὁμοίοιν ἐπιπέδοιν μία μεσότης καὶ δύο στερεῶν ὁμοίων δύο μεσότητες, ἐπὶ τῶν ἀριθμῶν καθ’ ἑαυτοὺς θεω-σώμεθα· τὸ γὰρ ἀρχοειδὲς τῶν ἀριθμῶν καὶ αὐτοφυὲς πρὸ τῆς γεωμετρικῆς ἀνάγκης ἀσπαστόν. ἔστωσαν δὴ οὖν δύο τετράγωνοι τὸ πρῶτον ἀριθμοί, ἐννέα καὶ ἑκκαίδεκα, πλεν-ρὰς ἔχοντες ὁ μὲν ἐλάττων δηλαδὴ τὸν τρία, ὁ δὲ μείζων τὸν τέσσαρα. ταύτας πολλαπλασιάσαντες καὶ τὸν δυοκαίδεκα ποιήσαντες ἀναλογίαν ἔξομεν ἐν τρισὶν ὅροις, τοῖς ἐννέα, δυοκαίδεκα, ἑκκαίδεκα. ἀλλὰ δὴ εἰλήφθωσαν ἀριθμοὶ δύο μὴ τετράγωνοι μέν, ὅμοιοι δ’ οὖν ὅμως ἐπίπεδοι, καὶ ἔστωσαν ὀκτωκαίδεκα καὶ τριακονταδύο, ὁ μὲν ἀπὸ τριάδος καὶ ἑξά-δος γενόμενος, ὁ δὲ ἀπὸ τετράδος καὶ ὀγδοάδος. ἐὰν τοίνυν πολλαπλασιάσωμεν ἢ τὴν τριάδα ἐπὶ τὴν ὀγδοάδα ἢ τὴν ἑξάδα ἐπὶ τὴν τετράδα, ἔσται ἡμῖν ὁ τέσσαρα καὶ εἴκοσι γεγονώς, ἀναλογία συνδέων τὸν ὀκτωκαίδεκα πρὸς τὸν δύο καὶ τριάκοντα κατὰ τὸν ἐπίτριτον λόγον. τούτου δὲ αἴτιον τὸ τὰς πλευρὰς αὐτῶν τὸν αὐτὸν ἔχειν λόγον. εἰ μὲν οὖν αἱ τῶν παραληφθέντων ἀριθμῶν πλευραὶ μηδένα δέχοιντο μέσον αὐτῶν ἀνὰ λόγον, πάντες οἱ ἐκ τούτων ἐπίπεδοι γεγο-νότες ὅμοιοι μιᾷ συνδεθήσονται μεσότητι κατὰ τὸν εἰρημένον