Ancient Greek
2.39.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.39.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] ἡμῖν τρόπον· εἰ δὲ γε αἱ πλευραὶ καὶ αὗται δέχονται τινὰ μέσον ἀνὰ λόγον ἀριθμόν, καὶ οἱ ἐξ αὐτῶν ἐπίπεδοι πλείους μιᾶς ἀναγκαίως ἐπιδέξονται μεσότητος. ἔστωσαν γάρ, εἰ βούλει, δύο τετράγωνοι ὁ τε ἕκκαιδεκα καὶ ὁ ὀγδοηκονταεὺν, καὶ 5 τοῦ μὲν ἔστω πλευρὰ ἡ τετράς, τοῦ δὲ ἡ ἕννεάς. ἐπεὶ τοίνυν τῆς τετράδος καὶ τῆς ἕννεάδος μέση ἀνὰ λόγον ἑξὰς κατὰ τὸν ἡμιόλιον, ἀνάγκη καὶ μεταξὺ τῶν ἀπ’ αὐτῶν πλείους μιᾶς μεσότητος ἐμπίπτειν. ἡ μὲν γὰρ τετράς ἐπὶ τὴν ἑξάδα ποι-ήσει τὸν εἴκοσι καὶ τέσσαρα, ἡ δὲ ἑξὰς ἐφ’ ἑαυτὴν μὲν τὸν 10 ἀπ’ αὐτῆς τετράγωνον, ἐπὶ δὲ τὴν ἕνναδα τὸν πεντηκοντατέσσαρα, καὶ ἔσται συνεχὴς ἀναλογία ἐν ὀροῖς τῷ ἕκκαιδεκα, τῷ εἰκοσιτέσσαρα, τῷ τριακονταεἴξ, τῷ πεντηκοντατέσσαρα, τῷ ὀγδοηκονταεῦν· πλείους ἄρα μεσότητες μιᾶς ἐφ’ ὧν αἱ πλευραὶ μέσον ἀνὰ λόγον ἔχουσι. διὸ μοι δοκεῖ καὶ πάνυ 15 μετ’ ἀσφαλείας ὁ Πλάτων μὴ ὅτι μία πάντως ἡ μεσότης ἐπὶ τῶν ὁμοίων ἐπιπέδων εἰπεῖν, ἀλλ’ ὅτι μίαν ἐξαρχεῖν δυνατόν· καὶ γὰρ πλείονων γιγνομένων ἀρκεῖ καὶ ἡ μία συνάπτειν· τὸν γοῦν ὀγδοήκοντα καὶ ἕν τῷ ἕκκαιδεκα συνάπτει καὶ μόνον ὁ τριακονταεἴξ κατὰ τὸν διπλασιευπιτέταρτον λόγον. περὶ 20 μὲν οὖν τῶν ὁμοίων ἐπιπέδων τοσαῦτα ῥητέον. μεταβαίνωμεν δὲ ἐπὶ τοὺς ὁμοίους ἤδη στερεοὺς καὶ κατίδωμεν τὰς ἐν τούτοις μεσότητας. ἔστωσαν δὴ οὖν κύβοι δύο πρώτον ὁ τε ὀκτὼ καὶ ὁ εἴκοσιεπτά, πλευρὰς ἔχοντες ὁ μὲν δυάδα, τριάδα δὲ ἕτερος. τούτων τοῖν κύβοιν δύο μεσότητες ἔσονται 25 πῶς, ὁ μὲν ἐκ τοῦ δις δύο τρις γενόμενος, ὁ δωδέκα καὶ διὰ τοῦτο ὧν δοκίς, ὁ δὲ ἐκ τοῦ τρις τρία δις, ὁ ὀκτωκαίδεκα καὶ διὰ τοῦτο πλινθίς, καὶ ποιήσουσιν ἀναλογίαν συνἐχὴ πρὸς τοὺς εἰρημένους κύβους κατὰ τὸν ἡμιόλιον λόγον. καὶ δῆξ, ὅπως ἕκαστερος τῶν μέσων δύο μὲν ἔχει πλευρὰς 30 ἀπὸ τοῦ παρακειμένου κύβου, τὴν δὲ λοιπὴν ἀπὸ θατέρου