Ancient Greek
2.40.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.40.1
Unproofread scanNot analysed yet
τῶν κύβων· χρήσιμον δὲ καὶ τοῦτο πρὸς τὴν φυσιολογίαν ἡμῖν ἔσται. πάλιν, εἰ μὴ κύβοι μὲν εἰσιν, στερεοὶ δὲ ὁμοῖοι, δύο μέσους ἕξουσιν ἀνὰ λόγον ἀριθμούς. ἔστωσαν γὰρ ὅμοιοι δύο στερεοὶ ὁ τε εἰκοσιτέσσαρα καὶ ὁ ἑκατὸν ἕνενηκονταδύο, πλευραὶ δὲ αὐτῶν τοῦ μὲν δυάς, τριάς, τετράς, τοῦ δὲ τετράς, ἑξάς, ὀγδοάς, [καὶ] ἀπὸ μὲν δὴ δυάδος καὶ τριάδος καὶ ὀγδοάδος ἔσται ὁ τεσσαράκοντα καὶ ὀκτῶ, ἀπὸ δὲ τετρά- 149 δος καὶ ἑξάδος καὶ αὐθίς τετράδος ὁ ἕνενηκονταἕξ· καὶ ἔσται ἀναλογία συνεχῆς κατὰ τὸν διπλάσιον λόγον ἐν ὅροις τοῖς εἰκοσιτέσσαρα καὶ τεσσαράκοντα καὶ ὀκτὼ καὶ ἕνενηκονταἕξ καὶ ἑκατὸν ἕνενηκονταδύο. κἀνταῦθα δὲ τῶν μέσων ἑκάτερος δύο μὲν ἔχει πλευρὰς τοῦ παρ’ αὐτῶν τῶν ἄκρων ὁμοίου στερεοῦ, μίαν δὲ ἑατέρου, καθάπερ ἐπὶ τῶν προεῳημένων. τῶν ἄρα ὁμοίων στερεῶν δύο μεσότητες ἑξακοῦσιν, ὥσπερ δὴ καὶ αὐτὸς φησιν, ὅτι τὰ στερεὰ δύο μεσότητες προσαρμόττουσι, μία δὲ οὐδέποτε. τί οὖν; φαῖν τις ἂν· δύο στερεῶν ἀριθμῶν τοῦ τε ἕξηκοντατέσσαρα καὶ τοῦ ἑπτακόσια εἰκοσιεννέα οὐχὶ μία μόνη μεσότης ἐστιν, ὁ διακόσια δεκαεἷς; ἔστι γὰρ ὁ μὲν ἕξηκοντατέσσαρα κύβος ἀπὸ τετράδος, ὁ δὲ ἑπτακόσια εἴκοσι καὶ ἕννέα κύβος ἀπὸ τῆς ἕννεαδος γεγωνός, καὶ ὁ μὲν ψκθ τοῦ σις τριπλάσιος καὶ ἐπιτριμερὴς ὀγδῶν, ὁ δὲ σις ὡσαύτως τοῦ ξδ· ἔχει γὰρ ἑκάτερος τὸν λοιπὸν τρις καὶ τρία ὀγδοα αὐτῶν. καὶ οὐκ ἐπὶ τούτων μόνον, ἀλλὰ καὶ ἐπ’ ἄλλων· οὗτοι γὰρ εἰσιν οἱ ἐλάχιστοι τῶν τοῦτο ἐπιδεχομένων. ἀλλὰ B ὁρτέον πρὸς αὐτόν, ὅτι οἱ ὁρθέντες ἀριθμοὶ κύβοι τέ εἰσιν ἄμα καὶ τετράγωνοι, ὁ μὲν ἀπὸ τῆς ὀγδοάδος, ἕξηκοντατέσσαρα, ὁ δὲ ἀπὸ τοῦ εἴκοσι καὶ ἑπτά, ὁ ἑπτακόσια καὶ