Ancient Greek
2.45.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.45.2-2
Unproofread scanNot analysed yet
22 ὅπερ P 23 ἀρχαῖς P 24 τε om P 31 λόγῳ γὰρ P ὀκταπλασία τῆς πλευρᾶς, οὕτως ὁ πρῶτος κύβος τῷ τετάρτῳ δι’ ὀκταπλασίου λόγου συνάπτεται· ἐὰν γὰρ τῷ β, δ, η προσθῇς τὸν ιζ, ὁ ἀπὸ τοῦ ιζ κύβος συνάπτεται τῷ η δι’ ὀκταπλασίου λόγου, ὃν ἔχει πρὸς τὸν η ὁ ξδ καὶ πρὸς τοῦτον ὁ φιβ καὶ πρὸς τοῦτον ὁ ,διζ, ὅς ἐστι κύβος ἀπὸ τοῦ ιζ· ὥστε τῶν πλευρῶν τὸν ὀκταπλάσιον λόγον ἔχουσῶν, ὡς τοῦ ιζ πρὸς τὸν β, καὶ δι’ ὀκταπλασίου λόγου τῶν μεσοτήτων λαμβανομένων δύο μεταξὺ τῶν ἄκρων πίπτουσι μεσότητες. εἰ δὲ πέμπτον ἀνὰ λόγον, οὐκέτι πάλιν αἱ πλευραὶ ἐν ὀκταπλασίῳ λόγῳ, ἀλλ’ ἐν ἐνκαιδεκαπλασίῳ, καὶ διὰ τοῦτο δύο κύβων τρεῖς ἀνὰ λόγον οἱ μέσοι. ἀληθὲς ἄρα τὸ τοῦ Πλάτωνός ἐστι κατὰ τὴν εἰρημένην μέθοδον. μήποτε δὲ καὶ τὸ συναρμόττουσι χρείαν αὐτῷ πληροῖ, καὶ δεῖ λέγειν, ὅτι τῶν δύο κύβων εἷς μέσος γένοιτο ἂν, ἀλλ’ οὐ κατὰ ἁρμονικοὺς λόγους· ὅταν οὖν ὡς διὰ τοιούτων λόγων ἡ σύνδεσις γίνηται τῶν ἄκρων, πάντως δύο χρεία μεσοτήτων. ὅτι μὲν οὖν μαθηματικῶς οἱ τε ὅμοιοι ἐπίπεδοι μιᾶς δεόνται μεσότητος καὶ οἱ ὅμοιοι στερεοὶ δυοῖν, μία δὲ αὐτοὺς οὐδέποτε συνδεῖ μεσότης, διὰ τούτων καταφανές.