Ancient Greek
2.46.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.46.2
Unproofread scanNot analysed yet
Ἀπὸ δὲ τούτων ὁρμηθέντες κατίδωμεν, ὅπως καὶ τὰ φυσικὰ διανοήματα σύμφωνα τούτοις ἐστί, καὶ τοῖς ἐπιστημονικοῖς λόγοις τοὺς εἰκότας συναρμόδωμεν, καὶ πρῶτον, τί τὸ ἐπίπεδον τὸ φυσικόν, καὶ πῶς ἐπὶ τούτων μία μεσότης, δύο δὲ ἐπ’ αὐτῶν τῶν στερεοειδῶν. ὁ μὲν θεῖος Ἰάμβλιχος —οὗτος γὰρ ὁ ἄνθρω διαφερόντως ἀντελάβετο τῆς τοιαύτης θεωρίας, τῶν ἄλλων ὡσπερ καθευδόντων καὶ περὶ τὸ μαθηματικὸν καλινδουμένων μόνον —διακρίνειν μοι δοκεῖ τὰ ἁπλᾶ τῶν συνθέτων καὶ τὰ μέρη τῶν ὅλων καὶ ἁπλῶς εἰπεῖν τὰς ἐνύλους δυνάμεις καὶ τὰ εἴδη τὰ ἔνυλα τῶν συμπληρουμένων ἀπ’ αὐτῶν οὐσιῶν, καὶ τὰ μὲν ἐπίπεδα καλεῖν, τὰ δὲ στερεά· καθάπερ γὰρ τὸ ἐπίπεδον ἔσχατος ὅρος ἐστὶ τοῦ μα-