Ancient Greek
2.47.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.47.1-2
Unproofread scanNot analysed yet
θηματικοῦ σώματος, οὕτω δὴ καὶ τὸ ἔνυλον εἶδος καὶ ἡ δύναμις ἢ τῶν σωμάτων μορφὴ καὶ πέρας ἐστὶ τῶν ὑποκειμένων. οὕτω δὲ τούτων διηρημένων ἐπὶ μὲν τῶν ἀπλῶν ἐξαρκεῖν τὴν μίαν μεσότητα, διότι τῶν λόγων καὶ τῶν εἰδῶν καὶ ἔτι <τῆς> ζωῆς ἐστὶν ἑτερότης, καὶ κατὰ τοὺς κοινοὺς συνδέσμους τῶν λόγων <καὶ τῶν εἰδῶν> καὶ τῆς ζωῆς μία γίνεται μεσότης· ποιότης οὖν ποιότητι καὶ δύναμις δυνάμει μονοειδῶς συμπλέκεται κατ’ αὐτὴν τὴν ἑτερότητα καὶ ταυτότητα τῶν εἰδῶν. ἐπὶ δὲ τῶν συνθέτων εἰκότως δύο μεσότητες· ἢ γὰρ διὰς συνθέσεώς τε καὶ διαιρέσεως πάσης χορηγός. ἕκαστον δὲ τῶν συνθέτων ἐκ πλειόνων ἐστὶν οὐσιῶν καὶ δυνάμεων, διὸ πλείους αἱ μεσότητες, καὶ αὗται διταὶ τοὔλαχιστον· ἄλλη γὰρ κατὰ τὸ εἶδος μεσότης καὶ ἄλλη κατὰ τὸ ὑποκείμενον. ἡμεῖς δὲ ἐπόμενοι ταῖς φυσικαῖς ἀρχαῖς οὕτωσὶ λέγωμεν, ἃφ’ ὧν ὁ Πλάτων παραδώσει προϊὼν τὰς ἀφορμὰς λαμβάνοντες. ἄνωθεν δὲ μᾶλλον ῥητέον. τῶν δὴ φυσικῶν εἰσὶ τινες, οἱ τῶν στοιχείων ἑκάστῳ μίαν δεδώκασι δύναμιν, τῷ μὲν πυρὶ θερμότητα, τῷ δὲ ἀέρι ψυχρότητα, τῷ δὲ ὕδατι ὑγρότητα, τῇ δὲ γῇ ξηρότητα, πάντη διαμαρτάνοντες οὕτοι τῆς ἀληθείας· πρῶτον μέν, ὅτι κόσμον καὶ τάξιν ἀναιροῦσι· τὰ γὰρ ἐναντιωτάτας ἔχοντα τὰς δυνάμεις, εἰ μὴ καὶ κοινόν τι σχοῖη, πρὸς ἄλληλα συναρμοσθῆναι ἀδύνατον. ἔπειδ’, ὅτι τὰ ἐναντιώτατα σύνεγγυς ἀλλήλων ποιοῦσι, τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ὑγρὸν τῷ ξηρῷ· δεῖ δὲ τὰ μαχόμενα πορρωτέρω ποιεῖν τῶν ἤττον ἀλλοτρίων· τοιαύτη γὰρ ἢ τῶν ἐναντίων φύσις. τρίτον τοίνυν τὰ πρῶτα δύο πρὸς τὰ ἑφεξῆς οὐδεμίαν ἔχει συμπάθειαν, ἀλλ’ ἔσται ἀπηρτημένα ἀλλήλων. τί γὰρ δὴ κοινὸν ὑγρότητι καὶ ψυχρότητι, οὐκ ἔστιν εἰπεῖν. καὶ ἐπὶ τούτοις ἅπασι στερεὰ ὄντα τὰ στοιχεῖα δι’ οὐδεμιᾶς μεσότητος συναφθήσεται ἀλλήλοις· δέδεικται δέ, ὅτι οὐδὲ διὰ μιᾶς ποτε δυνατόν ἢ στερεὰ συνάπτεσθαι, μὴ ὅτι γε ἀμέσως· τοῖς γὰρ ἀδιαστάτοις πάντη τοῦτο προσῆκει μόνοις. ἄλλοι δὲ τινες,