Ancient Greek
2.48.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.48.1
Unproofread scanNot analysed yet
38 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32AB] ὡς οἱ περὶ Ὄκκελον, τὸν τοῦ Τιμαίου πρόοδον, δύο δυνάμεις ἑκάστῳ τῶν στοιχείων διένεμον, πυρὶ μὲν θερμόν καὶ ξηρόν, ἀέρι δὲ θερμόν καὶ ὑγρόν, ὕδατι δὲ ὑγρόν καὶ ψυχρόν, γῇ δὲ ψυχρόν καὶ ξηρόν, καὶ ταῦτα ἀναγέγραπται παρὰ τούδε τοῦ ἀνδρὸς ἐν τῷ Περὶ φύσεως [2, 11]. τί δὴ οὖν καὶ οὗτοι πλημμελοῦσιν οἱ ταῦτα λέγοντες; πρῶτον μὲν κοινὰς δυνάμεις ἐν τοῖς στοιχείοις εὑρεῖν ἐδελησάντες, ἵνα διασώσωνται τὴν πρὸς ἀλλήλα σύνταξιν αὐτῶν, οὐδὲν μᾶλλον κοινωνίαν αὐτοῖς ἢ διάστασιν ἀπέδωσαν, ἀλλ’ ἐπίσης τὴν τε μάχην αὐτῶν καὶ τὴν ἁρμονίαν ἐπεόρευσαν. ποῖος οὖν ἔσται κόσμος ἀπὸ τούτων; ποία τάξις αὐτῶν, ἀσυντάκτων ὄντων καὶ ἀλλοτριωτάτων, [καὶ] οἰκειοτάτων καὶ συντεταγμένων; τὰ γὰρ ἴσῳ μέτρῳ πολεμοῦντα καὶ εἰρηνεύοντα τὸν ἴσον τρόπον λύει τε καὶ συνίστησι τὴν κοινωνίαν, ταύτης δὲ ὁμοίως μὲν διαλυμένης, ὁμοίως δὲ ἐμφυομένης οὐδὲν μᾶλλον ἔσται ἢ οὐκ ἔσται τὸ πᾶν. δεύτερον δὲ οἷς ἄκροισ τὴν μεγίστην ἐναντίωσιν ἔδωσαν, ἀλλὰ τοῖς παρεσχάτοις πρὸς τὰ ἄκρα· καὶ τοὺς τὰ πλεῖστον ἀφεστῶτα πανταχοῦ τὴν τῶν ἐναντίων ὁρῶμεν ἔχοντα φύσιν, οὐ τὰ ἑλαττον τῶν ὁμογενῶν. ἐναντιώτερα ἄρα ἢ γῇ πρὸς τὸ πῦρ ἢ τὸ ὕδωρ; ἢ μὲν γὰρ πλεῖστον ἀφέστηκε πυρός, τὸ δὲ ἑλαττον. πῶς δὲ καὶ ἡ φύσις ἔταξεν αὐτὰ πορρωτάτω τῆς ἀλλήλων ἕδρας; ἀρ’ οὐχὶ τὴν ἐναντίωσιν αὐτῶν κατιδοῦσα, καὶ ὅτι συγγενέστερον τῷ πρώτῳ τὸ τρίτον ἢ τὸ τελευταῖον; πῶς δὲ καὶ αἱ κινήσεις αὐτῶν; οὐ τὸ μὲν πῦρ κουφότατόν ἐστι καὶ ἀνωφερές, ἡ δὲ γῇ βαρυτάτη καὶ κάτωφερής; αἱ δὲ κινήσεις αὐτῶν ἐναντιώταται οὖσαι πόθεν; οὐκ ἀπὸ τῆς φύσεως; εἰ τοίνυν ἡ φύσις ἐναντιωτάτας κινήσεις αὐτοῖς ἀπένειμεν, δῆλον, ὅτι ἐναντιώτατά ἐστιν· ὡς γὰρ τῶν ἀπλῶν ἀπλαὶ αἱ κινήσεις, καὶ ὧν ἀπλαὶ αἱ κινήσεις, ἀπλά, οὕτως ὧν ἐναντιώταται αἱ κινήσεις, ἐναντιώτατα ταῦτά ἐστιν. ὁ καὶ θαυμάσειεν ἂν τις τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς περὶ κι-