Ancient Greek
2.49.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.49.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32 AB] νήσεως λόγους ἐναντιωτάτην τῷ πυρὶ τιθεμένου τὴν γῆν, ἐν δὲ τοῖς περὶ δυνάμεων φιλέραυν τῶν ἐγγύς, τὴν πορρωτάτω τῶν ὁμοίων, τὴν ἐναντιώτατα κινουμένην· ὡς γὰρ ἔχουσιν ἐν ταῖς θέσει τοὺς ἐναντίους τόπους, ὡς ἐν ταῖς 5 φοραῖς τὰς ἐναντίας κινήσεις, ὡς ἐν τοῖς εἴδεσι τὰς ἐναντίας δυνάμεις, βαρύτητα καὶ κουφότητα, δι’ ὧν αἱ κινήσεις, οὕτω καὶ τὰς παθητικὰς ποιότητας ἐναντίας ἔχουσι. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης, ὡς ἡ γῇ τῷ πυρὶ ἐναντίον· βουλόμενος γὰρ καὶ αὐτὸς δεῖξαι, πῶς ἐστὶν ἀναγκαῖον εἶναι 10 πλεῖω σώματα, τοιαῦτά φησιν· ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· ὧν γὰρ ἐναντίων ἕτερον φύσει, καὶ ἕτερον φύσει. ὥστε οὐδὲ αὐτὸς ἄλλον δεδύνηται τρόπον δεῖξαι πλεῖω τὰ στοιχεῖα, ἢ τῇ γῇ τὸ πῦρ ἐναντίον εἰπόν. ἔτι τοίνυν στερεὰ ὄντα πῶς διὰ μιᾶς συνδεῖ 15 μεσότητος; τοῦτο γὰρ ἀδύνατον ἐπὶ στερεῶν, ὡς εἴρηται καὶ πρότερον [p. 34, 18 ss]. οὔτε ἄρα μαθηματικῶς οὔτε φυσικῷ διατάσσονται οἱ ταῦτα λέγοντες, ἀλλ’ ἀμφοῖν διημαρτηκασιν εἰκῶς· καὶ γὰρ τὰ φυσικὰ τῶν μαθηματικῶν εἰκόνες εἰσί. μόνος δὲ σὺν ὁ Τίμαιος καὶ εἴ τις τούτῳ κατη- 20 κολουθήσεν ὀρθῶς οὔτε μίαν οὔτε δύο τοῖς στοιχείοις ἀπονέμει δυνάμεις, ἀλλὰ τρισσάς, τῷ μὲν πυρὶ λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, τῷ δὲ ἀέρι λεπτομέρειαν, ἀμβλύτητα, εὐκινησίαν, τῷ δὲ ὕδατι παχυμέρειαν, ἀμβλύτητα, εὐκινησίαν, τῇ δὲ γῇ παχυμέρειαν, ἀμβλύτητα, ἀκινησίαν, ἵνα τῶν 25 στοιχείων ἕκαστον δύο δυνάμεις ἔχῃ κοινὰς τῷ παρακειμένῳ, μίαν δὲ διάφορον, ὡςπερ ἐδείκνυτο [p. 31, 27 ss] καὶ ἐπὶ τῶν μαθημάτων, ἣν εἴληφεν ἐκ ἕτερου τῶν ἄκρων, καὶ ἵνα ἡ γῇ κατὰ πάσας τὰς δυνάμεις ἀντικειμένως ἔχῃ πρὸς τὸ πῦρ, καὶ ἵνα τὰ τε ἄκρα δύο μεσότητας ἔχῃ καὶ τὰ συνεχῆ