Ancient Greek
2.48.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.48.1-2
Unproofread scanNot analysed yet
ὡς οἱ περὶ Ὀκκελον, τὸν τοῦ Τιμαίου πρόοδον, δύο δυνάμεις ἑκάστῳ τῶν στοιχείων διένεμον, πυρὶ μὲν θερμόν καὶ ξηρόν, ἀέρι δὲ θερμόν καὶ ὑγρόν, ὕδατι δὲ ὑγρόν καὶ ψυχρόν, γῇ δὲ ψυχρόν καὶ ξηρόν, καὶ ταῦτα ἀναγράφεται παρὰ τοῦδε τοῦ ἀνδρὸς ἐν τῷ Περὶ φύσεως [2,11]. τί δὴ οὖν καὶ οὗτοι πλημμελοῦσιν οἱ ταῦτα λέγοντες; πρῶτον μὲν κοινὰς δυνάμεις ἐν τοῖς στοιχείοις εὑρεῖν ἐθελήσαντες, ἵνα διασώσωνται τὴν πρὸς ἀλλήλα σύνταξιν αὐτῶν, οὐδὲν μᾶλλον κοινωνίαν αὐτοῖς ἢ διάστασιν ἀπέδωσαν, ἀλλ’ ἐπίσης τὴν τε μάχην αὐτῶν καὶ τὴν ἁρμονίαν ἐπρέσβευσαν. ποῖος οὖν ἔσται κόσμος ἀπὸ τούτων; ποία τάξις αὐτῶν, ἀσυντάκτων ὄντων καὶ ἀλλοτριωτάτων, [καὶ] οἰκειοτάτων καὶ συντεταγμένων; τὰ γὰρ ἴσῳ μέτρῳ πολεμοῦντα καὶ εἰρηνεύοντα τὸν ἴσον τρόπον λύει τε καὶ συνίστησι τὴν κοινωνίαν, ταύτης δὲ ὁμοίως μὲν διαλυομένης, ὁμοίως δὲ ἐμφυομένης οὐδὲν μᾶλλον ἔσται ἢ οὐκ ἔσται τὸ πᾶν. δεύτερον δὲ οὐ τοῖς ἄκροισ τὴν μεγίστην ἐναντίωσιν ἔδωσαν, ἀλλὰ τοῖς παρεσχάτοις πρὸς τὰ ἄκρα· καὶ τοῦ τὰ πλεῖστον ἀφεστῶτα πανταχοῦ τὴν τῶν ἐναντίων δρώμεν ἔχοντα φύσιν, οὐ τὰ ἔλαττον τῶν ὁμογενῶν. ἐναντιωτέρα ἄρα ἡ γῆ πρὸς τὸ πῦρ ἢ τὸ ὕδωρ· ἡ μὲν γὰρ πλεῖστον ἀφέστηκε πυρός, τὸ δὲ ἔλαττον. πῶς δὲ καὶ ἡ φύσις ἔταξεν αὐτὰ πορρωτάτω τῆς ἀλλήλων ἕδρας; ἆρ’ οὐχὶ τὴν ἐναντίωσιν αὐτῶν κατιδοῦσα, καὶ ὅτι συγγενέστερον τῷ πρώτῳ τὸ τρίτον ἢ τὸ τελευταῖον; πῶς δὲ καὶ αἱ κινήσεις αὐτῶν; οὐ τὸ μὲν πῦρ κουφότατόν ἐστι καὶ ἀνωφερές, ἡ δὲ γῆ βαρυτάτη καὶ κάτωφερής; αἱ δὲ κινήσεις αὐτῶν ἐναντιώταται οὔσαι πόθεν; οὐκ ἀπὸ τῆς φύσεως; εἰ τοίνυν ἡ φύσις ἐναντιωτάτας κινήσεις αὐτοῖς ἀπένειμεν, δῆλον, ὅτι ἐναντιώτατά ἐστιν· ὡς γὰρ τῶν ἁπλῶν ἁπλαὶ αἱ κινήσεις, καὶ ὧν ἁπλαὶ αἱ κινήσεις, ἁπλά, οὕτως ὧν ἐναντιώταται αἱ κινήσεις, ἐναντιώτατα ταῦτά ἐστιν. ὁ καὶ Θαυμάσειεν ἂν τις τοῦ Ἀριστοτέλους ἐν μὲν τοῖς περὶ κι-