Ancient Greek
2.49.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.49.1-2
Unproofread scanNot analysed yet
νῆσεως λόγοις ἐναντιωτάτην τῷ πυρὶ τιθεμένου τὴν γῆν, ἐν δὲ τοῖς περὶ δυνάμεων φιλτέραν τῶν ἐγγύς, τὴν πορρωτάτω τῶν ὁμοίων, τὴν ἐναντιώτατα κινουμένην· ὡς γὰρ ἔχουσιν ἐν ταῖς θέσεσι τοὺς ἐναντίους τόπους, ὡς ἐν ταῖς φοραῖς τὰς ἐναντίας κινήσεις, ὡς ἐν τοῖς εἴδεσι τὰς ἐναντίας δυνάμεις, βαρύτητα καὶ κουφότητα, δι’ ὧν αἱ κινήσεις, οὕτω καὶ τὰς παθητικὰς ποιότητας ἐναντίας ἔχουσι. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης, ὡς ἡ γῇ τῷ πυρὶ ἐναντίον· βουλόμενος γὰρ καὶ αὐτὸς δεῖξαι, πῶς ἔστιν ἀναγκαῖον εἶναι πλεῖω σώματα, τοιαῦτά φησιν· ἀλλὰ μὴν εἰ γῆν, ἀνάγκη καὶ πῦρ εἶναι· ὧν γὰρ ἐναντίων θάτερον φύσει, καὶ θάτερον φύσει. ὥστε οὐδὲ αὐτὸς ἄλλον δεδύνηται τρόπον δεῖξαι πλεῖω τὰ στοιχεῖα, ἢ τῇ γῇ τὸ πῦρ ἐναντίον εἰπών. ἔτι τοίνυν στερεὰ ὄντα πῶς διὰ μιᾶς συνδεῖ<ται> μεσότητος; τοῦτο γὰρ ἀδύνατον ἐπὶ στερεῶν, ὡς εἴρηται καὶ πρότερον [p. 34, 18 ss]. οὔτε ἄρα μαθηματικῶς οὔτε φυσικῶς διατάσσονται οἱ ταῦτα λέγοντες, ἀλλ’ ἀμφοῖν διημαρτήκασιν εἰκότως· καὶ γὰρ τὰ φυσικὰ τῶν μαθηματικῶν εἰκόνες εἰσί. μόνος δὴ οὖν ὁ Τίμαιος καὶ εἴ τις τούτῳ κατηκολούθησεν ὀρθῶς οὔτε μίαν οὔτε δύο τοῖς στοιχείοις ἀπονέμει δυνάμεις, ἀλλὰ τρισσάς, τῷ μὲν πυρὶ λεπτομέρειαν, ὀξύτητα, εὐκινησίαν, τῷ δὲ ἀέρι λεπτομέρειαν, ἁμβλότητα, εὐκινησίαν, τῷ δὲ ὕδατι παχυμέρειαν, ἁμβλότητα, εὐκινησίαν, τῇ δὲ γῇ παχυμέρειαν, ἁμβλότητα, ἀκινησίαν, ἵνα τῶν στοιχείων ἕκαστον δύο δυνάμεις ἔχῃ κοινὰς τῷ παρακειμένῳ, μίαν δὲ διάφορον, ὥσπερ ἐδείκνυτο [p. 31, 27 ss] καὶ ἐπὶ τῶν μαθημάτων, ἣν εἵληφεν ἐκ θάτερου τῶν ἄκρων, καὶ ἵνα ἡ γῇ κατὰ πάσας τὰς δυνάμεις ἀντικειμένως ἔχῃ πρὸς τὸ πῦρ, καὶ ἵνα τὰ τε ἄκρα δύο μεσότητος ἔχῃ καὶ τὰ συνεχῇ