Ancient Greek
2.52.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.52.28
Unproofread scanNot analysed yet
στην ἰδέαν ἀπειργάζετο τῶν ἀστρῶν ὁ δημιουργός. φέρε οὖν, εἰ δοκεῖ, φυλάττοντες ἀμφότερα, τὸν τε ὅλον κόσμον ἐκ τῶν τεττάρων εἶναι στοιχείων καὶ τὸν οὐρανὸν ἑτέρας οὐσίας, τὰς προκειμένας διασαφήσωμεν συλλαβὰς καὶ πρῶτον ἐκεῖνο διορίσωμεν· ἀνάγκη γὰρ ἢ ἄλλο εἶναι πάντη τὸ οὐράνιον τῶν τεττάρων, πέμπτον, ὡς φασί τινες, στοιχεῖον, ἢ ἐκ τῶν τεττάρων εἶναι καὶ τὸν οὐρανόν, ἢ ἐξ ἑνὸς τινος τῶν τεττάρων, ἢ ἐκ πλειόνων ἑνός, καὶ εἰ ἐκ τῶν τεττάρων, ἢ τῶν αὐτῶν κατ’ εἶδος τοῖς ὑπὸ σελήνην, ἢ [ὑπ’] ἄλλων. ἀλλ’ εἰ μὲν ἄλλο τὸ στοιχεῖον ἐκεῖνο παρὰ τὰ τέσσαρα, πῶς φησιν ὁ Πλάτων ἐκ τῶν τεττάρων εἶναι τὸν ὅλον κόσμον; εἰ δὲ ἐξ ἑνὸς τῶν τεττάρων, πῶς ἔρει μικρὸν ὑστερον ἐκ πλείστου πυρός εἶναι τὰ ἄστρα; εἰ δὲ ἐκ πλειόνων ἑνός, πῶς οὐκ ἄτελὲς ἔσται τὸ θεῖον σῶμα μὴ πάντα ἔχον, τῆς γῆς πάντα ἔχούσης καὶ ὧλως τῶν ὑπὸ σελήνην; εἰ δὲ ἐκ πάντων αὐτῶν, πῶς ἐκεῖ μὲν ἄλυτος αὐτῶν ἡ σύνθεσις, ἔνταυθα δὲ λυτή; οὐ γὰρ διὰ τὴν ἰσοκρατείαν ἄλυτα ἔσται. πόθεν γὰρ ἰσοκρατείας οὖσης ἡ ποικιλία; πῶς δὲ πλεῖστον εἶναί φησιν ἐκεῖ πῦρ ὁ Πλάτων, ἰσοκρατῶν ὄντων; εἰ δὲ ἐξ ἄλλων, πῶς ἀπλῆν κινεῖται κίνησιν ἐκεῖνα σύνθετα ὄντα; ποῦ δὲ αἱ ὁλότητες τῶν ἐκεῖ μεμιγμένων; τοιούτων δὴ τῶν ἀπόρων ὄντων βέλτιον λέγειν, ὅτι πᾶς μὲν ὁ οὐρανὸς ἐκ πυρὸς ἐστιν ἐπικρατοῦντος, περιέχει δὲ κατ’ αἰτίαν καὶ τὰς τῶν ἄλλων στοιχείων δυνάμεις, οἷον τὴν στερεότητα καὶ τὴν ἐδραιότητα τῆς γῆς, τὸ κολλητικὸν καὶ ἐνωτικὸν τοῦ ὕδατος, τὴν λεπτότητα καὶ τὴν διαφάνειαν τοῦ ἀέρος· ὡς γὰρ ἡ γῆ πάντα περιέχει χθονίως, οὕτως ὁ οὐρανὸς πάντα πυρίως· ὥστε καὶ τὸ ἕν τὸ ἐπικρατοῦν καὶ τὰ ἄλλα περιεῖληπται ἐν αὐτῷ κατ’ αἰτίαν. δεῖ δὲ νομίζειν, ὅτι οὔδὲ τὸ πῦρ ἐκεῖνο τούτῳ τῷ ὑπὸ σελήνην ταυτόν, ἀλλ’ ἐκεῖνο μὲν θεῖον πῦρ, ζωῇ συνυφασμένον μίμημά τε τοῦ νοεροῦ πυρός, τὸ δὲ ἔνταυθα ὄντως ἔνυλον καὶ γενητὸν καὶ φθαρτόν.