Ancient Greek
2.53.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.53.2
Unproofread scanNot analysed yet
1 τὸ τε ὅλον τὸν κόσμων 5: fort. <τὸ> τὸν τε ὅλον κόσμον E τὸ οὖν εἰλικρινὲς πῦρ ἐν οὐρανῷ, καὶ ἐκεῖ τὸ ὅλον πῦρ, ἡ δὲ γῆ κατ’ αἰτίαν ἐκεῖ, γῆς ἄλλο εἶδος οὖσα καὶ οἷον εἴκῃ συμφύεσθαι πρὸς τὸ θεῖον πῦρ, αὐτὸ μόνον ἔχουσα τὸ στερεόν, ὡς τὸ πῦρ τὸ φωτεινόν, καὶ ὡς τοῦτο οὐ καυστικόν, οὔδ’ ἡ γῆ παχὺ ἐκεῖ, ἀλλ’ ἐκατέρου τὸ ἀκρότατον. καὶ ὡς ἐκεῖ τὸ εἰλικρινὲς πῦρ καὶ ὄντως, οὕτως ἡ ὄντως γῆ ἐνταῦθα καὶ ἡ ὁλότης τῆς γῆς, καὶ τὸ πῦρ κατὰ μέθεξιν καὶ ὀλίκῶς, ὥσπερ ἡ γῆ ἐκεῖ πρῶτως. οἰκείως γὰρ ἐν ἑκατέρῳ τὸ λοιπόν, ὅπου μὲν ἡ ἀκρότης τῆς γῆς, ὅπου δὲ ἡ ὑποστάθμη τοῦ πυρός. δηλοῖ δὲ καὶ ἡ σελήνη, στερεόν τι ἔχουσα καὶ σκοτεινόν, ἀντιφράττουσα τὸ φῶς —μόνης γὰρ τὸ ἀντιφράττειν τῆς γῆς —καὶ τὰ ἄστρα, ταῖς ὄψεσιν ἀντιφράττοντα, ὡς ἂν σκιὰν ἄνωτέρω ἑαυτῶν ποιοῦντα. καὶ δῆλον, ὅτι τούτων ὄντων καὶ ἐκεῖ, πυρὸς καὶ γῆς, εἶναι καὶ τὰ μέσα τούτων ἀναγκαῖον, τὰ διαφανῆ πρῶτως, ἄερα μὲν οἷον τὸ ἐνταῦθα εὐαγέστατον, ὕδωρ δὲ οἷον τὸ ἀτμοειδέστατον καὶ τούτων ἔτι καθαρώτερον, ἵνα πάντα <μὲν> ἐν πᾶσιν ᾖ, οἰκείως <δ’> ἐν ἑκάστοις· διὰ γὰρ ταῦτα τῷ ὁρατῷ χαρακτηρίζομεν τὸ πῦρ, ὃ παντὸς ἴδιον πυρός, καὶ τοῦτο εἰκότως· ὡς γὰρ ἡ γῆ πρῶτως ἅπτον, οὕτως <πρῶτως> ὁρατὸν τὸ πῦρ, ὅτι οὐδενὸς δεῖται τῶν ἄλλων, ἵνα ὁρατὸν ᾖ, ὥσπερ τὰ ἄλλα δεῖται τοῦ πυρὸς εἰς τὸ ὁραθῆναι φωτιζόντος, αὐτὸ δὲ δι’ ἑαυτὸ γίνεται ὁρατόν, τοῦτο δὲ κοινὸν παντὸς πυρός. ἡ μὲν οὖν ζήτησις λέλυται. ἵνα δὲ ἡμῖν πᾶσα γένηται σαφὴς ἡ πρόοδος τῶν στοιχείων ὅσας ἔσχεν ὑφέσεις, ἄνωθεν ἀρχτέον τῆς περὶ αὐτῶν θεωρίας. τὰ δὴ στοιχεῖα ταῦτα τὰ τέτταρα, πῦρ καὶ ἄηρ καὶ ὕδωρ καὶ γῆ, πρῶτως μὲν ἐστὶν ἐν τῷ δημιουργῷ τῶν ὅλων κατ’ αἰτίαν καὶ ἐνοειδῶς· πάντα γὰρ