Ancient Greek
2.56.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.56.1-2
Unproofread scanNot analysed yet
προσεχῶς ἐπὶ τὸν μεδεκτὸν ἔστιν ἡ πρόοδος, καὶ ὅλως ἀπὸ τῶν ἀμεδεκτῶν αἰτίων ἐπὶ τὰ μετεχόμενα καὶ ἀπὸ τῶν ὑπερκοσμίων εἰδῶν ἐπὶ τὰ ἐγκόσμια καλῶς. ταῦτα δὲ τὰ νοερὰ μὲν ἔτι μένοντα, μεδεκτὰ δέ, τίνα; καὶ πολὰν ἔχει τὴν ὑφεσιν; ἢ νοερὰ μὲν οὐκέτι ἔσται —καλῶ δὲ νοερὰ τὰ τοῦ νοῦ καὶ τῆς οὐσίας τῆς ὄντως νοερᾶς εἴδη —μεδεκτὰ δὲ ὅμως, νοερὰ δὲ οὐκ ὄντα δῆλον ὡς ἀκίνητα οὐκ ἔσται, ἀκίνητα δὲ οὐκ ὄντα αὐτοκίνητα ἔσται· προσεχῶς γὰρ ἐξήρτηται ταῦτα τῶν ἀκινήτων, καὶ ἀπὸ τῶν κατ’ οὐσίαν νοερῶν ἐπὶ τὰ κατὰ μέθεξιν ἡ πρόοδος καὶ ἀπὸ τῶν ἀκινήτων ἐπὶ τὰ αὐτὰ κινοῦντα. ἔσται οὖν ἐν ζωῇ τὰ στοιχεῖα ταῦτα νοερὰ κατὰ μέθεξιν ***αὐτοκινήτῳ. τί δὲ ἀπὸ ταύτης που προελεύσεται, δῆλον. ἀπὸ γὰρ τῆς ζωῆς ἐπὶ τὸ ζῶν ἡ κάθοδος —τοῦτο γὰρ τῇ ζωῇ προσεχὲς —καὶ ἀπὸ τοῦ κατ’ οὐσίαν αὐτοκινήτου ἐπὶ τὸ κατὰ μέθεξιν ζωῆς αὐτοκίνητον. καὶ καθὸ μὲν ἀπὸ ζωῆς ἐπὶ ζῶν προελήλυθεν, ἐξῆλλακται, καθὸ δὲ ἀπὸ ἄυλον ἐπὶ τὰ ἄυλα —λέγω δὲ τὰ ἄυλα ὡς πρὸς τὴν μεταβλητὴν ὕλην —καὶ ἀπὸ θείας ζωῆς ἐπὶ θείαν οὐσίαν, ὁμοίωται πρὸς τὴν πρὸ αὐτῶν οὐσίαν. ἐντεῦθεν τοίνυν ἀφελὼν τὸ ἄυλον ἐκεῖνο καὶ τὸ ἀμετάβλητον ποιήσεις τὰ μεταβλητὰ καὶ ἔνυλα· καὶ ταύτη μὲν ἧλάττωται τῶν πρὸ αὐτῶν, τὴν δὲ τάξιν καὶ τὴν συμμετρίαν τῶν κινήσεων καὶ τὴν ἐν ταῖς μεταβολαῖς ἀμεταβλησίαν ὁμοίωται πρὸς αὐτά. ἐὰν δὴ οὖν καὶ τὴν τάξιν ταύτην ἀφελῆς καὶ πολὺ τὸ πλημμελὲς καὶ ἄστατον ἴδης τῶν στοιχείων, ἔσται σοι τὰ πάντων ἔσχατα καὶ τελευταῖαν λαχόντα διάκρισιν γεγονότα, πάντων ὄντα τῶν πρὸ αὐτῶν ὑποστάθμαι. τῶν στοιχείων οὖν τὰ μὲν ἔστιν ἀκίνητα, ἀμέδεκτα, νοερὰ, δημιουργικά, τὰ δὲ νοερὰ μὲν κατ’ οὐσίαν καὶ ἀκίνητα, μεδεκτὰ δὲ ὑπὸ τῶν ἐγκοσμίων, τὰ δὲ αὐτοκίνητα καὶ ἐν ζωαῖς ἔχοντα τὸ εἶναι, τὰ δὲ αὐτοκίνητα μὲν, ζῶντα δὲ καὶ οὐχὶ ζωαὶ ὄντα, τὰ δὲ