Ancient Greek
2.55.6
Proclus Phil., In Platonis Timaeum Commentaria 2.55.6
Unproofread scanNot analysed yet
πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ρίζαι· ἀπὸ δὲ τούτων τῶν δημιουργικῶν αἰτίων γίνεται πρόοδος τῶν τεττάρων τούτων εἰς τὸ πᾶν —οὐκ εὐθὺς εἰς τὸν ὑπὸ σελήνην κόσμον· πῶς γὰρ τὰ ἀυλότατα τῶν ἐνυλοτάτων ἄμέσως ὑποστατικὰ καὶ τὰ ἀκίνητα τῶν πάντη κινουμένων; οὐδαμοῦ γὰρ ἡ πρόοδος ἄμέσως ἐστὶ τῶν πραγμάτων —ἀλλὰ κατὰ τινὰ εὐτάκτον ὕφεσιν, καὶ διὰ τῶν προσεχῶν αἱ ἀπογεννήσεις ἐπιτελοῦνται, καθάπερ δὴ καὶ αὐτῶν τῶν στοιχείων μετὰ τὸ πῦρ οὐ τὸ ὕδωρ, τὸ ἥττον αὐτῷ κοινωνοῦν, ἀλλ’ ὁ ἀὴρ, οὔδ’ αὐτῷ τῷ ἀέρι ἡ γῆ, ἀλλὰ τὸ ὕδωρ, ἵνα διὰ τῶν οἰκείων καὶ συγγενῶν καὶ ὁμικρῶν τὴν παραλλάξιν ποιουμένων ἡ πρόοδος ἡ ἐπὶ τὸ ἔσχατον γένηται. πῶς οὖν τῶν νοερῶν καὶ δημιουργικῶν καὶ ὅλων στοιχείων εὐθὺς ἡ ἀπογέννησις εἰς τὰ ἔνυλα καὶ σκεδαστὰ καὶ σκοτεινὰ ταῦτα B γενήσεται; ταῦτα μὲν γὰρ ὑπὸ τῶν νέων θεῶν πλάττεσθαι δύναται, καὶ μάλιστα καθόσον ἔχει τὴν σύστασιν ἀπτήν· ὁ δὲ δημιουργὸς μείζονων ἐστὶ καὶ καλλίωνων πατήρ. ἐπειδή τοίνυν τὰ ἐν αὐτῷ τῷ δημιουργῷ στοιχεῖα νόες εἰσὶ καὶ νοεραὶ δυνάμεις ἀμέθεκτοι, τίς ἂν εἴη πρώτη πρόοδος αὐτῶν; ἢ δῆλον, ὅτι νοεραὶ μὲν ἔτι μένουσι δυνάμεις, μετεχόμεναι δὲ ὑπὸ τῶν ἐγκοσμίων· ἀπὸ γὰρ τοῦ ἀμεθέκτου νοῦ