Ancient Greek
2.61.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.61.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32B] συμφωνίας τοσαῦτα ῥητέον. εἰ γὰρ τι καὶ διαφέρων ἐστὶ κατὰ τὴν τοῦ Πλάτωνος παράδοσιν, ὁφόμεθα ἐν τοῖς ἐξῆς· ὅτι δὲ ἀναλογία δέδεται πρὸς ἀλλήλα τὰ στοιχεῖα πανταχοῦ, F πρόδηλον· μιμεῖται γάρ, ὡςπερ εἴπομεν [p. 23 ss], ἡ ἀνα- 5 λογία τὴν θεῖαν ἕνωσιν καὶ δεσμός ἐστι δημιουργικός. ἀλλ’ ἡ μὲν ἐν τοῖς μαθήμασιν ἀναλογία τὸ ἀκριβὲς ἔχει καὶ τὸ ἐπιστημονικόν· ἀνλοὶ γὰρ εἰσιν οἱ λόγοι. ἡ δὲ ἐν τοῖς φυσικοῖς οὐκέθ’ ὁμοίως· ἀλλ’ ὅση μὲν ἐν τοῖς οὐρανοῖς ἐστὶ, μετέχει καὶ αὐτὴ τινὸς ἀκριβείας. ἡ δὲ ἐν τοῖς ὑπὸ σελήνην 10 ἥττον, ἥτε ἐν ὕλῃ στρεφομένη. πάλιν οὖν ἡ τάξις διαφαίνεται τῶν στοιχείων καὶ ὡς εἰκότως ὁ Πλάτων ἀπὸ τῶν μαθημάτων ἐπάγει τὴν πίστιν τοῖς φυσικοῖς λόγοις —αἰτία 155 γὰρ ἐστὶν ἐκεῖνα, καὶ ἡ δημιουργικὴ πρόοδος διὰ ψυχῆς ἐπιτελεῖται, καὶ ἡ ἀπογέννησις οἰκείως πρόεισι διὰ τῶν μέ- 15 σων —καὶ ὡς τὰ μὲν οὐράνια συγγενέστερά πώς ἐστι τοῖς ἀκριβέσι λόγοις, τὰ δὲ ὑπὸ σελήνην ἀμυδρῶν ἔχει τὴν ἀλήθειαν. ταῦτα δὴ καὶ αὐτὸς εἰδὼς προσέθηκε τὸ καθόσον δυνατόν ἦν, ἵνα μὴ πάντως ἀπαιτῆς τὸ ἀκριβὲς ἐπὶ τῶν φυσικῶν λόγων τοιούτων, ὁποῖον ἐν τοῖς μαθήμασιν ἐστιν· 20 εἰ γὰρ ἐθέλοις ἐξετάσαι τῶν στοιχείων ἕκαστον, ὄψει πολλὴν ἐν αὐτῷ τὴν σύμμιξιν· οἷον ὁ ἀὴρ οὐχ ἁπλῶς ἐστι λεπτομερῆς· ἔχει γὰρ τι καὶ παχὺ καὶ ὀμιχλώδες καὶ ὑδατώδες· οὐδὲ τὸ ὕδωρ ἁπλῶς εὐκίνητον· τὸ γὰρ ἔσχατον αὐτοῦ γήινόν ἐστι καὶ δυσκίνητον· αὐτοῦ δὲ τοῦ πυρὸς τὸ συμμιγὲς 25 τῷ ἀέρι μέρος ἔοικε τῇ τοῦ ἀέρος ἀμβλύτητι, καὶ τοῦτο ἀναγκαίως· δεῖ γὰρ συνάπτειν τὰς ἀκρότητας τῶν δευτέρων ταῖς τῶν πρώτων ὑποστάθημας. ἐτι τοίνυν τὴν ἀναλογίαν ὅπως συντιθῆσι κατανοητέον· ἀπὸ τε γὰρ τῶν μέσων ἄρχεται καὶ φυλάττει τὴν τάξιν, ὡςπερ καὶ ὁ δημιουργὸς πάντα B 30 ἐν ἀλλήλοις ἐποίησε μετὰ τοῦ διασῴζειν τὴν διάκρισιν αὐτῶν· καὶ ὅπως πᾶν τοῦτο τὸ πλέγμα σύνδεσμον προσago- ρεῖν καὶ σύστασιν, σύνδεσμον μὲν, ὡς τὴν ἕνωσιν καὶ τὴν ἀναλογίαν ἀπὸ τῆς δημιουργικῆς αἰτίας παρεχόμενον, σύ-