Ancient Greek
2.62.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.62.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32BC] στασιν δέ, ὡς καὶ κατ’ αὐτὴν τὴν οὐσίαν ἐκεῖθεν παραγόμενον. συνδήσει γὰρ ἂν τις καὶ ἂ μὴ συνέστησεν· ἀλλ’ οὐχ ὁ δημιουργὸς οὕτως, ἀλλ’ αὐτὸς πατήρ, αὐτὸς ἐνποιοῦς, αὐτὸς φύλαξ τῶν οἰκείων ἔργων ἐστὶν ἀπάντων. πρὸς δὲ τούτοις κατανοητέον, ὅτι τὴν γεωμετρικὴν μεσότητα ἡ ἀναλογίαν, ὡς εἴπομεν, ἐνταῦθα παρέλαβε καὶ ἐπεσημηνάτο —τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον ἐκείνης ἐστὶν ἴδιον —ὅθεν καὶ ἀναλογίαν τινὲς κυρίως ἐκείνην ἐκάλουν. εἰκασιν οὖν αἱ ἄλλαι μερικωτέρων τινῶν εἶναι ἀγαθῶν παρεκτικαὶ τῷ κόσμῳ καὶ οὐ τῆς διὰ πάντων διηκούσης τάξεως καὶ τοῦ εἴμου καὶ τῆς συνεχείας, ἐπεὶ καὶ ἐν τῇ ψυχῳγονίᾳ τῆς συνδέσεως ἕνεκα παραλαμβάνονται τῶν γεωμετρικῶν λόγων καὶ ἐν τῇ μεσότητι ὡς ἐν ὅλῃ τῇ γεωμετρικῇ, C μόνη οὖσῃ ἀναλογίᾳ, περιέχονται.