Ancient Greek
2.61.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.61.1-2
Unproofread scanNot analysed yet
συμφωνίας τοσαῦτα ῥητέον. εἰ γὰρ τι καὶ διαφέρον ἐστὶ κατὰ τὴν τοῦ Πλάτωνος παράδοσιν, ὁψόμεθα ἐν τοῖς ἐξῆς ὅτι δὲ ἀναλογία δέδεται πρὸς ἀλλήλα τὰ στοιχεῖα πανταχοῦ, F πρόδηλον· μιμεῖται γάρ, ὡσπερ εἴπομεν [p. 23 ss], ἡ ἀναλογία τὴν θείαν ἕνωσιν καὶ δεσμός ἐστι δημιουργικός. ἀλλ’ ἡ μὲν ἐν τοῖς μαθήμασιν ἀναλογία τὸ ἀκριβὲς ἔχει καὶ τὸ ἐπιστημονικόν· ἄυλοι γὰρ εἰσιν οἱ λόγοι. ἡ δὲ ἐν τοῖς φυσικοῖς οὐκέθ’ ὁμοίως· ἀλλ’ ὅση μὲν ἐν τοῖς οὐρανίοις ἐστί, μετέχει καὶ αὐτὴ τινὸς ἀκριβείας. ἡ δὲ ἐν τοῖς ὑπὸ σελήνην ἥπτον, ἅτε ἐν ὕλῃ στρεφομένη. πάλιν οὖν ἡ τάξις διαφαίνεται τῶν στοιχείων καὶ ὡς εἰκῶς ὁ Πλάτων ἀπὸ τῶν μαθημάτων ἐπάγει τὴν πίστιν τοῖς φυσικοῖς λόγοις —αἰτία γὰρ ἐστὶν ἐκεῖνα, καὶ ἡ δημιουργικὴ πρόοδος διὰ ψυχῆς ἐπιτελεῖται, καὶ ἡ ἀπογέννησις οἰκείως πρόεισι διὰ τῶν μέσων —καὶ ὡς τὰ μὲν οὐράνια συγγενέστερα πῶς ἐστι τοῖς ἀκριβέσι λόγοις, τὰ δὲ ὑπὸ σελήνην ἀμυδρῶν ἔχει τὴν ἀλήθειαν. ταῦτα δὴ καὶ αὐτὸς εἰδὼς προσέθηκε τὸ καθόσον δυνατόν ἦν, ἵνα μὴ πάντως ἀπαιτῇς τὸ ἀκριβὲς ἐπὶ τῶν φυσικῶν λόγων τοιούτων, ὁποῖον ἐν τοῖς μαθήμασιν ἐστιν· εἰ γὰρ ἐθέλοις ἐξετάσαι τῶν στοιχείων ἕκαστον, ὄψει πολλὴν ἐν αὐτῷ τὴν σύμμειξιν· οἷον ὁ ἀὴρ οὐχ ἀπλῶς ἐστι λεπτομερῆς· ἔχει γὰρ τι καὶ παχὺ καὶ ὀμιχλώδες καὶ ὑδατώδες· οὔδὲ τὸ ὕδωρ ἀπλῶς εὐκίνητον· τὸ γὰρ ἔσχατον αὐτοῦ γήινόν ἐστι καὶ δυσκίνητον· αὐτοῦ δὲ τοῦ πυρὸς τὸ συμμιγὲς τῷ ἀέρι μέρος ἔοικε τῇ τοῦ ἀέρος ἀμβλύτητι, καὶ τοῦτο ἀναγκαίως· δεῖ γὰρ συνάπτειν τὰς ἀκρότητας τῶν δευτέρων ταῖς τῶν πρώτων ὑποστάθμαις. ἔτι τοίνυν τὴν ἀναλογίαν ὅπως συντίθησι κατανοητέον· ἀπὸ τε γὰρ τῶν μέσων ἄρχεται καὶ φυλάττει τὴν τάξιν, ὡσπερ καὶ ὁ δημιουργὸς πάντα B ἐν ἀλλήλοις ἐποίησε μετὰ τοῦ διασῴζειν τὴν διάκρισιν αὐτῶν· καὶ ὅπως πᾶν τοῦτο τὸ πλέγμα σύνδεσμον προσαγορεύει καὶ σύστασιν, σύνδεσμον μὲν, ὡς τὴν ἕνωσιν καὶ τὴν ἀναλογίαν ἀπὸ τῆς δημιουργικῆς αἰτίας παρεχόμενον, σύ-