Ancient Greek
2.62.1 to 2.62.28
Proclus Phil., In Platonis Timaeum Commentaria 2.62.1-2-28
Unproofread scanNot analysed yet
στασιν δέ, ὡς καὶ κατ’ αὐτὴν τὴν οὐσίαν ἐκεῖθεν παραγό- μενον. συνδήσει γὰρ ἂν τις καὶ ἂ μὴ συνέστησεν· ἀλλ’ οὐχ ὁ δημιουργὸς οὕτως, ἀλλ’ αὐτὸς πατήρ, αὐτὸς ἐνοποιός, αὐτὸς φύλαξ τῶν οἰκείων ἔργων ἐστιν ἀπάντων. πρὸς δὲ τούτοις κατανοητέον, ὅτι τὴν γεωμετρικὴν μεσότητα ἡ ἀνα- λογία, ὡς εἴπομεν, ἔνταυθα παρέλαβε καὶ ἐπέσημηντο —τὸ γὰρ ἀνὰ τὸν αὐτὸν λόγον ἐκείνης ἐστὶν ἴδιον —ὀθεν καὶ ἀναλογίαν τινὲς κυρίως ἐκείνην ἐκάλουν. ἐοίκα- σιν οὖν αἱ ἄλλαι μερικωτέρων τινῶν εἶναι ἀγαθῶν παρεκτι- καὶ τῷ κόσμῳ καὶ οὐ τῆς διὰ πάντων διηκούσης τάξεως καὶ τοῦ εἱρμοῦ καὶ τῆς συνεχείας, ἐπεὶ καὶ ἐν τῇ ψυχο- γονίᾳ τῆς συνδέσεως ἕνεκα παραλαμβάνονται τῶν γεωμετρι- κῶν λόγων καὶ ἐν τῇ μεσότητι ὡς ἐν ὅλῃ τῇ γεωμετρικῇ, μόνη οὖσῃ ἀναλογία, περιέχονται. “Ἐκ τε δὴ τούτων καὶ τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλο- γίας ὁμολογήσαν, φιλίαν τε ἔσχε ἐκ τούτων, ὥστε εἰς τὸ αὐτὸν αὐτῷ συνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλ- λων πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι [32 C]. “Ὅτι μὲν οὖν καὶ ἡ τετράς αὕτη τῶν στοιχείων πρῶτως ἀπὸ τοῦ παντελοῦς ζῷου προελήλυθεν —ἦν γὰρ ἐκεῖνο νοητὴ τετράς —καὶ ὅτι διὰ τοῦτο καὶ τετραδικῶς πάντα ἐστίν, ἔναργὲς οἶμαι γεγενημέναι διὰ τῶν προειρημένων, καὶ ὡς ἀπὸ μονάδος διὰ δυάδος καὶ τριάδος ἐπὶ τετράδα προ- ῆλθεν ἡ γένεσις (ἦν γὰρ μονογενὴς ὁ κόσμος καὶ εἰς· εἴδ’ εὑρομεν, ὅτι δεῖ εἶναι δρατὸν ἐν αὐτῷ καὶ ἀπτόν, ἐπειδ’, ὅτι τούτοις πλεῖστον διεστῶσι δεῖ τρίτου τινός, εἴδ’, ὅτι τὸ 2 συνέστησεν P 5 ἡ ζ: ἦν MPQ 7 ἐκείνοις ἐστὶν λογίας δὲ Q 17 ἔσχε διὰ τούτων P 18 ταὐτὸν Pl. αὐτῷ Q