Ancient Greek
2.62.32
Proclus Phil., In Platonis Timaeum Commentaria 2.62.32
Unproofread scanNot analysed yet
του ἄλλου Aδ Pl. 19 πλὴν τοῦ ὑπὸ τοῦ P; sed cf. p. 17, 1. μέσον δυοειδές, καὶ οὕτως εἰς τὴν τετράδα κατηντήσαμεν· καὶ τοῦτο ἄρα ἦν, ὁ καὶ ὁ εἰς τὸν ἀριθμὸν Πυθαγόρειος ὕμνος ἔλεγεν, ὅτι πρόεισι μὲν Μονάδος ἐκ κενυθμῶνος, ἔστ’ ἂν ἴκηται Τετράδ’ ἐπὶ ζαθέην, τίκτει δὲ αὐτὴ τὴν δεκάδα μητέρα πάντων οὖσαν) οὕτω δὲ καὶ αὐτὴν τὴν τετρακτύν Παγὰν ἀενάου φύσεως ὕμνησεν ὁ τῶν Χρυσῶν ἐπῶν πατήρ· ὁ γὰρ κόσμος ὑπὸ τετράδος κοσμηθεὶς ἀπὸ μονάδος καὶ τριάδος προελθοῦσης ***ἀποτελευτᾷ δὲ δεκάς, ὡς πάντων περιληπτικός· ὅτι δὲ καὶ δι’ ἀναλογίας εἰς ὁ κόσμος ἐστὶν ὑποστὰς ἐκ τούτων τε τῶν στοιχείων καὶ τοιούτων κατὰ τὰς δυνάμεις καὶ τοσούτων κατὰ τὸ ποσόν, σαφῶς δεδήλωκεν οὐ τὸ ὑπὸ σελήνην, ἀλλὰ τὸ σῶμα τοῦ παντὸς εἰπὼν ἀπὸ τεττάρων γεγονέναι. τέλος δὲ τῆς ἀναλογίας ἐστὶν ἡ φιλία τοῦ κόσμου, δι’ ἣν σῴζεται καὶ αὐτὸς ὑφ’ αὑτοῦ· πᾶν γὰρ τὸ φίλον, ᾧ ἂν ᾖ φίλον, ἐκεῖνου βούλεται εἶναι σωστικόν, τὸ δὲ ἀλλότριον πᾶν ἀποστρέφεται καὶ οὐδὲ εἶναι βούλεται τὸ παράπαν· ὥστε τὸ αὐτὸ αὐτῷ φίλον ἑαυτοῦ σωστικόν. ὁ δὲ κόσμος δι’ ἀναλογίας καὶ συμπάθειας ἑαυτῷ φίλος ἐστίν· ἑαυτὸν ἄρα σῴζει. σῴζεται δὲ καὶ ἐκ τῆς δημιουργίας, ἄρρηκτον φρουρὰν παρ’ αὐτῆς δεχόμενος· διὸ καὶ ὁ θεολόγος κρατερόν ἐπωνόμασε τὸν ἀπὸ τοῦ δημιουργοῦ δεσμόν, ὡς ἡ Νὺξ πεποιήται λέγουσα πρὸς τὸν δημιουργόν·