Ancient Greek
2.64.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.64.1-2
Unproofread scanNot analysed yet
καὶ τελειότητα καὶ μίαν συνοχὴν τοῖς πᾶσιν ἐναπεργαζόμενος. καὶ ἔτι πρὸ τῆς νοερᾶς οὐσίας ἡ μία θεότης τοῦ παντὸς καὶ πάντες οἱ τὸν κόσμον διαλαχόντες θεοὶ τῆς ἐν αὐτῷ προκατάρχουσιν ἐνώσεως, καὶ ἔτι πολλῷ πρότερον ὁ εἷς δημιουργός. τοῦτον δὲ τὸν μέγιστον καὶ τελεώτατον 5 δεσμόν, ὃν περιβάλλει τῷ κόσμῳ πανταχόθεν ὁ πατὴρ ὡς φιλίας ὄντα ποιητικὸν καὶ τῆς ἐναρμονίου κοινωνίας τῶν ἐν αὐτῷ, δεσμὸν πυριβριθῆ ἔρωτος τὰ λόγια προσεῖρηκεν·