Ancient Greek
2.64.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.64.2
Unproofread scanNot analysed yet
ἔργα νοήσας γὰρ πατρικὸς νοὸς αὐτογένεθλος 10 πᾶσιν ἐνέσπειρεν δεσμὸν πυριβριθῆ ἔρωτος. καὶ τὴν αἰτίαν προσέθηκεν· F ὅφρα τὰ πάντα μένη χρόνον ἐς ἀπέραντον ἔρῶντα, μηδὲ πέσῃ τὰ πατρὸς νοερῷ ὑφασμένα φέγγει. διὰ γὰρ τοῦτον τὸν ἔρωτα πάντα ἡμοστai ἀλλήλοις· 15 ᾧ σὺν ἔρωτι μένει κόσμου στοιχεῖα θέοντα. καὶ συνδέδεται ἄρα τὰ στοιχεῖα τὰ κοσμικὰ καὶ φιλίαν ἔχει καὶ ταύτην ἄλυτον εἰς τὸν ἄπειρον χρόνον διὰ τὴν βούλησιν τοῦ πατρός. εἰ δὲ καὶ πρὸ τούτων τὴν ὑπερκόσμιον αἰτίαν τῆς φιλίας ἐθέλοις σκοπεῖν, εὕρήσεις καὶ παρὰ τοῖς 20 θεολόγοις αὐτὴν ὑμνημένην· τὴν γὰρ Ἀφροδίτην παρήγαγεν ὁ δημιουργός, ἵνα κάλλος ἐπιλάμπη <καὶ> τάξιν καὶ 156 ἁρμονίαν καὶ κοινωνίαν πᾶσι τοῖς ἐγκοσμίοις, καὶ τὸν Ἔρωτα ὁπαδὸν αὐτῆς, ἐνοποιὸν ὄντα τῶν ὅλων. ἔχει δὲ καὶ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ Ἔρωτος αἰτίαν· ἔστι γὰρ 25 καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής. εἰκότως ἄρα φιλίας ἐστὶν αἴτιος τοῖς δημιουργήμασι καὶ ὁμολογίας. καὶ ἴσως πρὸς τοῦτο ἀποβλέπων καὶ ὁ Φερεκύδης [frg. 3 D.] ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς 30