Ancient Greek
2.64.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.64.3
Unproofread scanNot analysed yet
ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος 10 πᾶσιν ἐνέσπειρεν δεσμὸν πυριβριδῆ ἔρωτος. καὶ τὴν αἰτίαν προσέθηκεν· F ὅφρα τὰ πάντα μὲν ἡ χρόνον ἐς ἀπέραντον ἐρῶντα, μηδὲ πέσῃ τὰ πατρὸς νοερῷ ὑφασμένα φέγγει. διὰ γὰρ τοῦτον τὸν ἔρωτα πάντα ἡμοῦται ἀλλήλοις· 15 ὅ σὺν ἔρωτι μένει κόσμου στοιχεῖα θέοντα. καὶ συνδέδεται ἄρα τὰ στοιχεῖα τὰ κοσμικὰ καὶ φιλίαν ἔχει καὶ ταύτην ἄλυτον εἰς τὸν ἄπειρον χρόνον διὰ τὴν βούλησιν τοῦ πατρός. εἰ δὲ καὶ πρὸ τούτων τὴν ὑπερκόσμιον αἰτίαν τῆς φιλίας ἐθέλεις σκοπεῖν, εὕρήσεις καὶ παρὰ τοῖς 20 θεολόγοις αὐτὴν ὑμνημένην· τὴν γὰρ Ἀφροδίτην παρῆγαγεν ὁ δημιουργός, ἵνα κάλλος ἐπιλάμπῃ τάξιν καὶ 156 ἁρμονίαν καὶ κοινωνίαν πᾶσι τοῖς ἐγκοσμίους, καὶ τὸν Ἔρωτα ὀπαδὸν αὐτῆς, ἐνοποιὸν ὄντα τῶν ὅλων. ἔχει δὲ καὶ αὐτὸς ἐν ἑαυτῷ τὴν τοῦ Ἔρωτος αἰτίαν· ἐστὶ γὰρ 25 καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτεερπής. εἰκότως ἄρα φιλίας ἐστὶν αἴτιος τοῖς δημιουργήμασι καὶ ὁμολογίας. καὶ ἴσως πρὸς τοῦτο ἀποβλέπων καὶ ὁ Φερεκύδης [frg. 3 D.] ἔλεγεν εἰς Ἔρωτα μεταβεβλησθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς 30