Ancient Greek
2.65.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.65.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32C] εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι’ ὅλων διήκουνσαν. ἄλυτος οὖν ὁ κόσμος διὰ ταῦτα καὶ παρ’ αὐτοῦ τοῦ ποιήσαντος· τὸ γὰρ αὐτῷ τῷ εἶναι πάντα γεννῶν πῶς ἂν εἴη φθορᾶς τοῖς πᾶ- 5 σιν αἴτιον; ἄλλως τε καὶ πᾶν τὸ φθειρόμενον ἢ παρὰ τὴν ὕλην φθείρεται ἢ παρὰ τὸ εἶδος ἢ παρὰ τὸ ποιῆσαν, ἕκαστὸν τε τούτων διχῶς· καὶ γὰρ παρὰ τὸ ποιῆσαν ἢ ἀσθενήσαν, ὡς ἡ μερικὴ φύσις, ἢ μεταβουλευσάμενον, ὡς ἡ μερικὴ ψυχή. καὶ γὰρ παρὰ τὸ εἶδος ἢ τὴν ἀρχὴν μὴ καλῶς συστάν B 10 ἢ διαλυθὲν χρόνον προιοῦντος. καὶ γὰρ παρὰ τὴν ὕλην ἢ ἐνδοθεν ἀσυμμέτρως ἔχουσαν ἢ ἐξωθεν βίαν ὑπομείνασαν. ἐξάχως οὖν τῆς φθορᾶς γιγνομένης πάντας ἀναιρεῖ τοὺς τρόπους ὁ Πλάτων· οὔτε γὰρ παρὰ τὸ ποιῆσαν οὐδετέρως· παρὰ μὲν τὴν δύναμιν, ὅτι ἀριστὸς ἐστιν ὁ δημιουργός, καὶ 15 ἡ ἀσθένεια χάραν ἐπ’ αὐτοῦ καὶ λόγον οὐκ ἔχει, δυνάμεσιν ἀμειλίκτοις κυβερνῶντος τὸ πᾶν· παρὰ δὲ τὴν βούλησιν, ὅτι οὐχ ἕτερα καὶ ἕτερα βούλεται, καὶ ὅτι τὸ καλῶς ἀρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, αὐτὸς δὲ ἀγαθὸς καὶ τὸ πᾶν ἡμοῦσται καλῶς· ὅμοιον οὖν βούλεσθαι τὸν δημιουργὸν 20 μὴ εἶναι τὸ πᾶν καὶ μηδὲ αὐτὸν ἀγαθὸν εἶναι. οὔτε παρὰ τὸ εἶδος· καὶ γὰρ ἡμοῦσται κατ’ ἀναλογίαν ὁ κόσμος καὶ ἐστι τέλειος καὶ εἰς, καὶ διὰ μὲν τὴν ἀρμονίαν κρατεῖ τὸ εἶδος, διὰ δὲ τὴν ὁλότητα καὶ τὴν μόνωσιν οὐδέποτε ἀνάρμοστος ἔσται. οὔτε παρὰ τὴν ὕλην· ἡ μὲν γὰρ ἀναλογία 25 τὴν ἐνδοθεν ἀσυμμετρίαν ἀναιρεῖ, ἡ δὲ μόνωσις τὴν ἐξωθεν βίαν. οὐδαμῶς ἄρα φθαρτὸν εἶναι δύναται τὸ πᾶν. διὰ τί οὖν ὁ Πλάτων προσέθηκεν πλὴν ὑπὸ τοῦ συνδησάντος; C φανερὸν μέν, ὅτι πανταχοῦ τὸ λύειν τοῦ δήσαντός ἐστι, καὶ λάβοις ἂν ἐκ τούτου, ὅτι οὕτω γεννητὸς ὁ κόσμος, ὡς ἀπὸ 30 ἄλλης αἰτίας μόνον ὑποστάς· ὡς γὰρ ὑπ’ οὐδενὸς λυτὸς ἐστιν ἢ ὑπὸ τοῦ γεννήσαντος, οὕτως ἀπ’ οὐδενὸς γεννητὸς ἐστιν ἢ ἀπ’ ἐκείνου τοῦ δήσαντος, ὅ ἐστι τὴν αἰτίαν ἔχειν, ὡς εἴπομεν, τῆς τοῦ δεθέντος λύσεως. ἔχει δὲ καὶ