Ancient Greek
2.66.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.66.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 32C] ἄλλην ἔνδειξιν ὁ λόγος· ἄλυτον γὰρ ἐστὶ τὸ πᾶν παντὶ πλην τοῦ δήσαντος· ἐκεῖνω γὰρ οὐκ ἔστιν ἄλυτον —τοῦτο γὰρ σμικρόν —ἀλλὰ τοῦναντίον ὑπ’ ἐκείνου συνδεῖται διαιωνίως. ὡς οὖν εἰ ἔλεγεν· ἀπαράλογιστος ὁ ἐπιστήμων ὑπὸ πάντων πλην ὑπὸ τοῦ νοῦ· νῦν γὰρ οὐκ ἔστιν ἀπαράλογιστος· οὐ γὰρ ἀρκεῖ τὸν νοῦν μὴ παραλογίζεσθαι, ἀλλὰ καὶ φρενοῦ τὴν ψυχὴν· οὕτως οὖν καὶ ὁ κόσμος οὐκ ἄλυτος ὑπὸ τοῦ δήσαντος, ἀλλὰ συνδεῖται μᾶλλον ὑπ’ αὐτοῦ· τοῖς μὲν γὰρ ἄλλοις ἄλυτος, ἐκεῖνω δὲ οὐχὶ τὸ μὴ λύειν, ἀλλὰ συνδεῖν προσῆκει μᾶλλον, ὥσπερ καὶ ἡλίῳ τὸ φωτίζειν, οὐ τὸ μὴ σκοτίζειν· τοῦτο γὰρ ὑπάρχει τισὶ καὶ ἄλλοις.