Ancient Greek
2.66.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.66.1-2
Unproofread scanNot analysed yet
ἄλλην ἔνδειξιν ὁ λόγος· ἄλυτον γὰρ ἔστι τὸ πᾶν παντὶ πλην τοῦ δήσαντος· ἐκείνῳ γὰρ οὐκ ἔστιν ἄλυτον —τοῦτο γὰρ σμικρόν —ἀλλὰ τοῦναντίον ὑπ’ ἐκείνου συνδεῖται διαιωνίως. ὡς οὖν εἰ ἔλεγεν· ἀπαραλόγιστος ὁ ἐπιστήμων ὑπὸ πάντων πλην ὑπὸ τοῦ νοῦ· νῷ γὰρ οὐκ ἔστιν ἀπαραλόγιστος· οὐ γὰρ ἀρκεῖ τὸν νοῦν μὴ παραλογίζεσθαι, ἀλλὰ καὶ φρενοῖ τὴν ψυχήν· οὕτως οὖν καὶ ὁ κόσμος οὐκ ἄλυτος ὑπὸ τοῦ δήσαντος, ἀλλὰ συνδεῖται μᾶλλον ὑπ’ αὐτοῦ· τοῖς μὲν γὰρ ἄλλοις ἄλυτος, ἐκείνῳ δὲ οὔχὶ τὸ μὴ λύειν, ἀλλὰ συνδεῖν προσῆκει μᾶλλον, ὥσπερ καὶ ἡλίῳ τὸ φωτίζειν, οὐ τὸ μὴ σκοτίζειν· τοῦτο γὰρ ὑπάρχει τισὶ καὶ ἄλλοις.