Ancient Greek
2.65.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.65.1-2
Unproofread scanNot analysed yet
εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυτότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι’ ὧλων διήκουσαν. ἄλυτος οὖν ὁ κόσμος διὰ ταῦτα καὶ παρ’ αὐτοῦ τοῦ ποιήσαντος· τὸ γὰρ αὐτῷ τῷ εἶναι πάντα γεννῶν πῶς ἂν εἴη φθορᾶς τοῖς πᾶσιν αἴτιον; ἄλλως τε καὶ πᾶν τὸ φθειρόμενον ἢ παρὰ τὴν ὕλην φθεῖρεται ἢ παρὰ τὸ εἶδος ἢ παρὰ τὸ ποιῆσαν, ἕκαστόν τε τούτων διχῶς· καὶ γὰρ παρὰ τὸ ποιῆσαν ἢ ἀσθενήσαν, ὡς ἡ μερικὴ φύσις, ἢ μεταβουλευσάμενον, ὡς ἡ μερικὴ ψυχή. καὶ γὰρ παρὰ τὸ εἶδος ἢ τὴν ἀρχὴν μὴ καλῶς συστάν B ἢ διαλυθὲν χρόνου προιόντος. καὶ γὰρ παρὰ τὴν ὕλην ἢ ἔνδοθεν ἀσυμμέτρως ἔχουσαν ἢ ἔξωθεν βίαν ὑπομεῖνασαν. ἕξαχὼς οὖν τῆς φθορᾶς γιγνομένης πάντας ἀναιρεῖ τοὺς τρόπους ὁ Πλάτων· οὔτε γὰρ παρὰ τὸ ποιῆσαν οὐδετέρως· παρὰ μὲν τὴν δύναμιν, ὅτι ἄριστός ἐστιν ὁ δημιουργός, καὶ ἡ ἀσθένεια χώραν ἐπ’ αὐτοῦ καὶ λόγον οὐκ ἔχει, δυνάμεσιν ἀμειλίκτοις κυβερνῶντος τὸ πᾶν· παρὰ δὲ τὴν βούλησιν, ὅτι οὐχ ἕτερα καὶ ἕτερα βούλεται, καὶ ὅτι τὸ καλῶς ἀρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ, αὐτὸς δὲ ἀγαθὸς καὶ τὸ πᾶν ἡμοστai καλῶς· ὅμοιον οὖν βούλεσθαι τὸν δημιουργὸν μὴ εἶναι τὸ πᾶν καὶ μηδὲ αὐτὸν ἀγαθὸν εἶναι. οὔτε παρὰ τὸ εἶδος· καὶ γὰρ ἡμοστai κατ’ ἀναλογίαν ὁ κόσμος καὶ ἐστι τέλειος καὶ εἷς, καὶ διὰ μὲν τὴν ἀρμονίαν κρατεῖ τὸ εἶδος, διὰ δὲ τὴν ὁλότητα καὶ τὴν μόνωσιν οὐδέποτε ἀνάρμοστος ἕστai. οὔτε παρὰ τὴν ὕλην· ἡ μὲν γὰρ ἀναλογία τὴν ἔνδοθεν ἀσυμμετρίαν ἀναιρεῖ, ἡ δὲ μόνωσις τὴν ἔξωθεν βίαν. οὐδαμῶς ἄρα φθαρτὸν εἶνai δύναται τὸ πᾶν. διὰ τί οὖν ὁ Πλάτων προσέθηκεν πλὴν ὑπὸ τοῦ συνδήσαντος; C φανερόν μέν, ὅτι πανταχοῦ τὸ λύειν τοῦ δήσαντός ἐστι, καὶ λάβοις ἂν ἐκ τούτου, ὅτι οὕτω γεννητὸς ὁ κόσμος, ὡς ἀπὸ ἄλλης αἰτίας μόνον ὑποστάς· ὡς γὰρ ὑπ’ οὐδενὸς λυτὸς ἐστιν ἢ ὑπὸ τοῦ γεννήσαντος, οὕτως ἀπ’ οὐδενὸς γεννητὸς ἐστιν ἢ ἀπ’ ἐκείνου τοῦ δήσαντος, ὅ ἐστι τὴν αἰτίαν ἔχειν, ὡς εἴπομεν, τῆς τοῦ δεθέντος λύσεως. ἔχει δὲ καὶ