Ancient Greek
2.76.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.76.1-2
Unproofread scanNot analysed yet
ἀκίνητον μένον· κινηθὲν γὰρ ἄλλα καὶ ἄλλα ποιεῖν δυνατόν. ἔτι δὲ ὅτι τὸ εἰς πλῆθος μερίζειν τὴν ποίησιν οὐκ ἔστιν δυνάμεως, ἀλλ’ ἀσθενείας, ἐν δὲ τῷ ἐνὶ περιλαμβάνειν τὸ πλῆθος καὶ διὰ τῆς μονάδος συνέχειν τὸν ὅλον ἀριθμὸν περιουσίας ἔστι θαυμαστής. εἰ τοίνυν ἡ ὅλη δύναμίς ἐστιν ἐν τῷ δημιουργῷ, καὶ εἰ ἀκίνητόν ἐστιν αἴτιον, καὶ εἰ αὐτῷ τῷ εἶναι δημιουργεῖ, καὶ εἰ ἑαυτῷ γεννᾷ προσόμοιον, ἕνα καὶ ὅλον καὶ τέλειον ἀπογεννᾷ τὸν κόσμον. τί δέ; οὐχ οἷός τε ἐστιν ὁ δημιουργὸς πολλοὺς καὶ ἀπείρους κόσμους ἐπιτροπεύειν; ἢ δυνάμεως οὐκ ἔστι τὸ πλῆθος καὶ τὸ ἀπειρον, ἀλλὰ τὸ συνάγειν τὰ διηρημένα καὶ περατοῦν τὰ ἄπειρα· τοῦτο γὰρ ἔξομοιοῖ τὰ πράγματα τῷ ἀγαθῷ, πρὸς ὃ καὶ ὁ δημιουργὸς ἀνατείνει πᾶσαν τὴν ἑαυτοῦ ποίησιν. τοῦτο μὲν οὖν καὶ διὰ πολλῶν ἄλλων ἀποδείκνυται λόγων.