Ancient Greek
2.76.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.76.2
Unproofread scanNot analysed yet
ὅτι δὲ τὸ μὴ ὑπολελειφθαι τοῦ παντὸς ἔκτος, ἐξ ὧν ἄλλο τοιοῦτο γένοιτο ἄν, θαυμαστῶς ἡμᾶς ἐπέστησε καὶ ἕκαστον τῶν μοναδικῶν μόνον ἐκ μόνων εἶναι τῶν ἀπλῶν, ἐξ ὧν ἔστι, καὶ μὴ εἶναι ἔκτος αὐτοῦ ἀλλὰ τούτοις ὅμοια, ἐξ ὧν ἄλλο γένοιτο ἄν τοιοῦτον, μάθοιμεν ἄν ἰδόντες, ὅτι παντοίαν ἀνισότητα τοῖς σπέρμασι τῶν σωμάτων ὑπάρχειν φησί, καὶ διὰ τὴν ἀνισότητα ταύτην καὶ πυρὸς εἶναι καὶ ἑκάστου διαφορὰς ἀπεριλήπτους· καὶ διὰ ταῦτα μὴ πᾶν πῦρ ὅμοιον εἶναι πρὸς πᾶν πῦρ, εἰ καὶ κοινὸν πᾶσι τὸ ὁρατόν, διὸ καὶ εἶναί τι πῦρ μὴ κῶον, καὶ τοῦτο σμικρότητι καὶ μεγέθει παντοῖον τῶν στοιχείων, ἐξ ὧν ἔστι· τὸ δ’ αὐτὸ καὶ ἐπὶ πάντων. ἕκαστον οὖν μοναδικὸν ἐκ πάντων ἔστι τοιούτων, ὃ ἐν αὐτῷ μόνῳ ἐστίν, ἐν ἄλλῳ δὲ οὐδενὶ τῶν πάντων· διὸ οὐ προσκρίνεται τι αὐτοῖς ἔξωθεν οὐδὲ συμφύεται. τοῦτο δ’ ἄν λάβοις καὶ ἀπὸ τῶν τῆδε σωμάτων· οὐ γὰρ ὑπὸ παντὸς τρέφεται, ἀλλὰ ὑπ’ ἄλλων ἄλλα, διὰ τὸ μὴ πάντα ὅμοια εἶναι τοῖς στοιχείοις, ἐξ ὧν ἔστιν· ὅφ’ ὧν