Ancient Greek
2.79.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.79.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] ἂν λάβῃς, ὅτι καὶ ἐν τοῖς σχήμασι τὸ μάλιστα ἐν τοῦ μὴ ἑνὸς θεῖότερόν ἐστι καὶ τελειώτερον. ὁ γὰρ ἐστὶν ἐν θεοῖς τὸ ἕν, καὶ ὁ ἐν τοῖς νοητοῖς ζῷοις τὸ ἐν αὐτοζῷον, καὶ ὁ ἐν τοῖς δημιουργοῖς ὁ εἷς ποιητὴς καὶ πατήρ, τοῦτο ἐν τοῖς σχήμασι τοῖς στερεοῖς ἡ σφαῖρα· καὶ γὰρ τὸ ἐν τῶν πολλῶν ἐνάδων περιληπτικόν, καὶ τὸ αὐτοζῷον τῶν νοητῶν ζῴων, καὶ ὁ εἷς δημιουργὸς τῶν πολλῶν αἴτιος, καὶ τὸ ἐν σφαιρικὸν σχῆμα τῶν πάντων σχημάτων. δεύτερον τοίνυν ἀπὸ τοῦ καλοῦ καὶ τοῦ πρέποντος· τὸ γὰρ σφαιρικὸν καὶ τῷ λαμβάνοντι πρέπον ἐστὶ καὶ τῷ διδόντι καὶ τῷ παραδείγματι· τῷ λαμβάνοντι μέν, ὅτι τέλειον ὂν τῷ τελειωτάτῳ τῶν σχημάτων φίλον ἐστὶ καὶ πάντα περιειληφὸς τῷ πάντων περιληπτικῷ. τῷ διδόντι δέ, ὅτι νοῦς ὤν καὶ εἰς ἑαυτὸν ἐστραμμένος ὁμοιότατον αὐτῷ καὶ πρέπον σχῆμα ἀπεγέννησεν· ὁ γὰρ νοῦς ἐντόρνου σφαῖρας κινήσει προσόμοιον ἔχει νόησιν, ὡς εἴρηκεν ἐν Νόμοις [X 898 AB], κατὰ ταῦτὰ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ καὶ περὶ τὸ αὐτὸ τεταγμένος. τῷ παραδείγματι δέ, διότι καὶ τὸ νοητὸν πᾶν τοιοῦτόν ἐστι πανταχόθεν εἰς ἑαυτὸ συννεῦον·