Ancient Greek
2.79.3
Proclus Phil., In Platonis Timaeum Commentaria 2.79.3
Unproofread scanNot analysed yet
πάντοθεν εὐκύκλου σφαῖρης ἐναλίγκιον ὄγκω, μεσοσόθεν ἰσοπαλὲς καὶ μονῇ περιηγεί χαιρόν, φησὶν ὁ Παρμενίδης [frg. 8, 43 D.] ,τὰ δὲ αὐτὰ καὶ ὁ Ἐμπεδοκλῆς [frg. 17, 19ss D]· διττὸν γὰρ ποιεῖ τὸν Σφαῖρον καὶ ἐκεῖνος, τὸν μὲν αἰσθητόν, ἐν ᾧ τὸ Νεῖκος δυναστεύει, τὸν δὲ νοητόν, ὑπὸ τῆς Ἀφροδίτης συνεχόμενον, καὶ θάτερον τὸν ἕτερον εἰκόνα καλεῖ, δῆλον δὲ ποτέρου πότερον. τρίτον γ τοίνυν ἀπὸ τοῦ συγγενούς· καὶ γὰρ τῷ παντὶ τὸ σφαιρικὸν συγγενὲς καὶ [γὰρ] τῷ δημιουργῷ καὶ τῷ παντελεῖ ζῷῳ·