Ancient Greek
2.82.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.82.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] τἄληκτον· τὸ γὰρ εὐθὺ πᾶν ἄτελές, ὡς ἀεὶ ἐκτείνεσθαι δυναμενον, κύκλος δὲ καὶ σφαῖρα τελεώτατον, ὡς μὴ ἐπιδεχόμενον αὔξησιν καὶ ὡς τὸ πέρας τῆς κινήσεως ἀρχὴν ποιούμενον· ὁμοιότατον δέ, ὡς αὐτὸ ἑαυτῷ συνεχὲς καὶ ὁμαλὲς καὶ τεταγμένον. τὰ μὲν οὖν τοῦ Πλάτωνος τοιαῦτά ἐστιν. 5 Αὐτὸ δὲ καθ’ αὐτὸ τὸ δόγμα ἡμεῖς ἐπισκεψώμεθα παντοδαπῶς τε συνέλωμεν, καὶ πρῶτον φιλοσόφως αὐτὸ καταδηῶ σώμεθα ταῖς Ἰαμβλιχείοις ἐπιβολαῖς. ἐπειδή τοίνυν δεῖ τὸν κόσμον ἀφομοιοῦσθαι πρὸς τὴν ὅλην ψυχὴν τὴν ἐποχουμένην αὐτῷ, δεῖ καὶ πρὸς τὸ ζωογόνον σχῆμα τῆς ψυχῆς 10 αὐτὸν προσεοικέναι. καθάπερ οὖν ἐκείνην κατὰ δύο κύκλους ὑπέστησεν ὁ δημιουργός, οὕτω καὶ τὸ πᾶν σφαιροειδὲς ἀπετέλεσε πρὸς τὴν αὐτοκινήσιον αὐτῆς ἀπεικασθόμενον. διὸ καὶ τὸ ἡμέτερον ὀχῆμα σφαιρικὸν ἀποτελεῖται καὶ κινεῖται κυκλικῶς, ὅταν διαφερόντως ὁμοιωθῇ πρὸς τὸν νοῦν ἢ 15 C ψυχή· μιμεῖται γὰρ τὴν νοερὰν ἐνέργειαν ἢ τε τῆς ψυχῆς νόησις καὶ ἢ κυκλοφορία τῶν σωμάτων, ὥσπερ τὰς ἀνόδους καὶ καθόδους τῶν ψυχῶν ἢ κατ’ εὐθεῖαν κίνησις· καὶ γὰρ αὗται σωμάτων εἰσὶν οὐκ ὄντων ἐν τοῖς οἰκείοις τόποις. β ἐτι τοίνυν τῇ ἀπελφῶ δυνάμει προσέοικεν ἢ ἀκατάληκτος 20 κίνησις τοῦ παντὸς καὶ τῇ ἀπλότητι τῆς οὐσίας ἢ μονοειδὴς περιφορά, τῇ δὲ διαιωνίᾳ στάσει ἢ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ κέντρον περιπορευομένη τῶν ὅλων ἀνακύκλησις. γ ἐτι δὲ ὡς ἡ μία κίνησις τοῦ κόσμου πᾶσας περιέχει τὰς κινήσεις καὶ ἡ μία ὁλότης πάντα τὰ τε ὅλα καὶ τὰ μέρη 25 τὰ σωματικά, καὶ ὡς ἡ μία φύσις πᾶσας τὰς δευτέρας καὶ τριτάς φύσεις, οὕτως τὸ ἕν σχῆμα τὸ κοσμικὸν πάντων εἶναι δεῖ σχημάτων περιληπτικόν. τοιούτον δὲ τὸ σφαιρικόν, ἅμα ἕν ὄν καὶ τὸ πλήθος περιέχειν δυνάμενον, ὁ δὴ θεῖον ἐστιν ὄντως, τὸ μὴ ξεῖστάμενον τῆς ἐνότητος παντὸς τοῦ πεπλη- 30 δ θυσμένου κρατεῖν. ἐτι πρὸς τούτοις ὡς τὸ νοητὸν ζῷον πάντα περιέχει τὰ νοητὰ ζῷα κατὰ μίαν ἔνωσιν, οὕτω καὶ