Ancient Greek
2.83.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.83.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33B] ὁ κόσμος πρὸς τὸ παράδειγμα ὡμοιωμένος πάντα περιέχει τὰ ἐγκόσμια σχήματα κατὰ τὸ σφαιρικὸν σχῆμα· σφαῖρα γὰρ μόνη δύναται πάντα τὰ στοιχεῖα περιλαμβάνειν, ὥσπερ οὖν κατὰ τὴν μόνονσαν ἀπεικονίζεται τὸ νοητὸν πάν, οὕτω καὶ κατὰ τὸ σφαιροειδὲς μιμεῖται τὴν ἐν ἐκείνῳ τῶν ὅλων περι-οχήν. ἔτι πρὸς αὐτὸ τὸ κάλλος ὁμοιοῦται τὸ νοητὸν ὁ κόσμος διὰ τοῦδε τοῦ σχήματος· τὸ γὰρ πάντη ὁμαλὲς καὶ σύμμετρον καὶ ὅμοιον πῶς οὐχὶ διαφερόντως καλόν; εἰ τοί-νυν ἔδει κάλλιστον αὐτὸν εἶναι τῶν αἰσθητῶν, ἔδει καὶ σχή-ματος αὐτῷ τοιούτου, πανταχόθεν ἴσου καὶ ὡρισμένου καὶ ἀκριβοῦς. ἔτι πρὸς αὐτὸ τὸ πέρας οἰκειότατόν ἐστι τὸ σφαιρικόν· τὰ μὲν γὰρ ἄλλα σχήματα διὰ τὸ πλῆθος τῶν ἐπιπέδων καὶ τὰς γωνίας ἢ τὰς κλάσεις ἀφρίσταται τοῦ ὅρου καὶ τοῦ τέρατος· ἡ δὲ σφαῖρα μοναδικὴ τε οὖσα καὶ ἀπλῆ καὶ ἡ αὐτὴ πανταχόθεν εἰς τὴν αἰτίαν ἀνῆκει τοῦ τέρατος. ἔτι τὸ συναγωγὸν τῶν πολλῶν εἰς ἕν καὶ τὸ γεννητικὸν καὶ τὸ σπερματικὸν τῷ τοιούτῳ χαίρει σχήματι. καταφανὲς δέ ἐστι τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων καὶ ἐπὶ τῶν ἐν τοῖς ζῴοις κυριωτάτων μορίων· καὶ γὰρ ταῦτα σφαιροειδῆ κατὰ δύναμιν ἡ φύσις ἀποτελεῖ. ἔτι τὸ ἀτρεπτον καὶ ἀθραυσ-τον καὶ ἀίδιον οἰκειότατά ἐστι τῷ σφαιρικῷ σχήματι· διὰ γὰρ τὸ πανταχόθεν εἰς ἑαυτὸ συννεύειν δυνατώτατόν ἐστι· τὸ γὰρ κέντρον ἑνοποιοῦν ἐστι καὶ συνεκτικὸν τῆς ὅλης σφαί-ρας. εἰκότως ἄρα τὸ ἑαυτοῦ συνεκτικὸν σφαιροειδὲς ὑπέ-στησεν ὁ δημιουργήσας τὸ πᾶν. ταῦτα μὲν οὖν φιλοσόφως εἴποι τις ἂν περὶ τούτου. Τρόπον δὲ ἕτερον φυσικῶς, ὥσπερ καὶ Ἀριστοτέλης ἐπεχείρησεν, οὕτως ἂν τις τὸ αὐτὸ συλλογίζαιο· ἐπεὶ γὰρ κύκλῳ κινεῖται τὸ πᾶν, δέδεικται δέ, ὅτι τῆς ἐσχάτης περιφορᾶς οὐδὲν ἐστιν ἔκτος οὔτε κενὸν οὔτε τόπος, ἀνάγκη καὶ σφαιροειδές, ἀλλὰ μὴ εὐθύγραμμον εἶναι τὸ σχῆμα τοῦ παντός· εἰ γὰρ εὐθύ-γραμμον, ἔσται κενόν· κύκλῳ γὰρ στρεφόμενον οὐ-δέποτε τὴν αὐτὴν ἔξει χώραν διὰ τὴν τῶν γωνιῶν