Ancient Greek
2.82.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.82.2
Unproofread scanNot analysed yet
Αὐτὸ δὲ καθ’ αὐτὸ τὸ δόγμα ἡμεῖς ἐπισκεψώμεθα παντοδαπῶς τε συνέλωμεν, καὶ πρῶτον φιλοσόφως αὐτὸ καταδηᾶ σώμεθα ταῖς Ἰαμβλιχείοις ἐπιβολαῖς. ἐπειδή τοίνυν δεῖ τὸν κόσμον ἀφομοιοῦσθαι πρὸς τὴν ὅλην ψυχὴν τὴν ἐποχουμένην αὐτῷ, δεῖ καὶ πρὸς τὸ ζωογόνον σχῆμα τῆς ψυχῆς αὐτὸν προσεοικέναι. καθάπερ οὖν ἐκείνην κατὰ δύο κύκλους ὑπέστησεν ὁ δημιουργός, οὕτω καὶ τὸ πᾶν σφαιροειδὲς ἀπετέλεσε πρὸς τὴν αὐτοκινήσίαν αὐτῆς ἀπεικάζομενον. διὸ καὶ τὸ ἡμέτερον ὄχημα σφαιρικὸν ἀποτελεῖται καὶ κινεῖται κυκλικῶς, ὅταν διαφερόντως ὁμοιωθῇ πρὸς τὸν νοῦν ἢ ψυχή· μιμεῖται γὰρ τὴν νοερὰν ἐνέργειαν ἢ τε τῆς ψυχῆς νόησις καὶ ἡ κυκλοφορία τῶν σωμάτων, ὥσπερ τὰς ἀνόδους καὶ καθόδους τῶν ψυχῶν ἢ κατ’ εὐθεῖαν κίνησις· καὶ γὰρ αὗται σωμάτων εἰσὶν οὐκ ὄντων ἐν τοῖς οἰκείοις τόποις.